[ ]
Phokis — Delphi — ca. 250 BC?
| 1 | [ἀρχόν]τ̣ων Ξένωνος Πολυσαωνείου, Κυνίσκου |
| [— — — —]οκείου, Ἀγάνορος Νικοβουλείου· ἀγαθῆι | |
| [τύχηι· τ]άδε ἔκριναν οἱ δικασταὶ ἐκ Κασσαν- | |
| [δρείας] Πραξικλῆς Κλέωνος, Θεόδωρος Ἀριστο- | |
| 5 | [— — — —] Ζ̣αλίας Σατύρου, Ἀρχέστρατος Παρμενίσ- |
| [κου, Τι]μάνθης Πολυζήλου, ὑπὲρ τῆς χώρας ἧς | |
| [ἀμφέ]λεγον πρὸς ἀλλήλους Μελιταιεῖς καὶ Χαλαῖ- | |
| [οι πρὸς] Πευματίους· ἐκρίναμεν εἶναι τὴν χώ- | |
| [ραν Μ]ελιταιέων καὶ Χαλαίων ἣν περιήγαγον | |
| 10 | [ἡμᾶς] Μελιταιεῖς καὶ Χαλαῖοι· ἀπὸ Γραίας Αὐλᾶς |
| [ἐπὶ τὸ]ν Κυρσιλίδα τόπον, ἀπὸ τοῦ Κυρσιλίδα ἐπὶ τὸ | |
| [πρόσ]θεν καὶ ἐπὶ τὸ ὅριον καὶ ἀπὸ τοῦ ὁρίου ἐπὶ τὸ Βορ- | |
| [ρᾶ ἱερ]ὸν, καὶ ἀπὸ τοῦ ἱεροῦ ἐπὶ τὸ Μακύριον καὶ ἀπὸ | |
| [τοῦ Μ]ακυρίου ἐπὶ τὰ Δικόρυφα καὶ ἀπὸ τῶν Δικο- | |
| 15 | [ρύφων] ἐπὶ τὸ Μεσοράκτιον καὶ ἀπὸ τοῦ Μεσορακτί- |
| [ου ἐπ]ὶ τὸν Σπονδὸν vac.· περὶ δὲ τῆς χώρας ἧς ἔκρι- | |
| [ναν οἱ] Μελιταιεῖς πρὸς Πευματίους ὑπὲρ Πηρέ- | |
| [ων κα]ὶ Φυλλαδονίων· ἐκρίναμεν εἶναι τὴν χώραν | |
| [Πηρέ]ων καὶ Φυλλαδονίων ἣν περιήγαγον ἡμᾶς Με- | |
| 20 | [λιτα]ιεῖς καὶ Πηρεῖς· ἀπὸ τῆς καλουμένης Γραίας |
| [Αὐλ]ῆς εἰς τὴν Νάπην καὶ ἀπὸ τῆς Νάπης εἰς τὴν | |
| ․․․․ι̣νθειαν ἐπὶ τὸ ἄκρον, ἀπὸ δὲ τοῦ ἄκρου ὡς ὕ- | |
| [δωρ] ρ̣εῖ εἰς τὸν Κρουσίζοντα, ἀπὸ δὲ τοῦ Κρουσίζον- | |
| [τος εἰ]ς τὸν Κερκινεῖα καὶ ἐκ τοῦ Κερκινεῖος ἐπὶ | |
| 25 | [τοὺς σ]πόλους τοὺς ὁμολόγους εἰς τὴν ὁδὸν τὴν |
| [δημοσί]αν καὶ ἐκ τῆς ὁδοῦ εἰς τὸν βουλεῖα, καὶ ἐκ | |
| [τοῦ βου]λεῖος εἰς τὸν Ἐλιπεῖα καὶ ἀπὸ τῆς Χαρά- | |
| [δρας] καὶ τοῦ Ἐλιπεῖος εἰς τὰ συμβάλλοντα | |
| [ἐπὶ τ]ὸ ἄκρον ὥσπερ οἱ σπόλοι ἔχουσιν εἰς τὸ Χυ- | |
| 30 | [τρῖν]ον· μάρτυροι· Θηβαίων· Ἀρίστιππος Ἱππο- |
| [δάμ]αντος, Μνασίθεος Φιλομήλου, Μνασιγέ- | |
| [νης Φ]ιλοκράτου, Λέων Εὐρυβώτου, Κάπριος Ἀπη- | |
| [μάντ]ου, Σιμά̣δας Ἀξιόχου, Πυθίας Φιλοστρά- | |
| [του, Εὔ]ανδρος Ἀντιβούλου, Ἀστοκλέας Χα- | |
| 35 | [ρίλαο]υ· Δημητριεῖς· Φανίας Ἱστιαίου τραπε- |
| [ζίτης], Εὔανδρος Πρωταγόρου, Πολίτας Καλ- | |
| [λισθέ]ν̣ους. | |
| vacat |