FD III 4:287
[ ] Phokis — Delphi — 98 AD
1 [Αὐτοκράτωρ Καῖσαρ, θεοῦ Νέρβα υἱ]ός, Νέρβας Τραιανὸς Σεβα[σ]τὸς Γερμανικός, [ἀρχιε]-
[ρεὺς μέγιστος, δημαρχικῆς ἐξο]υ̣σίας τὸ #⁵⁶ βʹ #⁵⁶, ὕπατος τὸ #⁵⁶ βʹ #⁵⁶, Δελφῶν τῇ π̣[όλει χαίρειν].
[τῆς ὑμετέρας πόλεως ἐλευθερία]ν̣ καὶ αὐτονομίαν καὶ τῶν πρ̣ὸ̣ ἐμοῦ αὐτοκρατόρω[ν τὰ δόγμα-
[τα τῶν ὑμῖν πάντα ταῦτα συγκεχωρη]κότων καὶ αὐτὸς βεβαιῶ, κατὰ μ̣[η]δεμίαν ἀφορμὴν βου[λόμε]-
5 [νος ὑμῖν δι’ ἡμᾶς μηδὲν ἐλλείπειν ἧ]ς ἐσχήκατε χάριτος. περὶ δὲ ὧν̣ ἔστησε κατὰ Πυθοδώ[ρου ․․․․]
[․․․․․․․․․ ἐνετειλάμην τῷ] ἀ̣νθυπάτῳ καὶ φίλῳ μου Ἑρεννίῳ Σατορνείνῳ καὶ τῷ ἐπι[τρό]-
[πῳ — — — — — — — — πέμψαι] μ̣οι̣, ἵ̣να, ἐὰν οὕτως ἔχῃ ὡς ἐγράψατε, τύχῃ τοῦ δικαίου #⁵⁶ ὁ πρεσ̣-
[βευτὴς ᾑρέθη — — — καὶ αὐ]τῷ̣ τῆς πρεσβείας εὔλο̣γον τὸ ἐφόδιον δοθήτω, εἰ μ[ὴ]
[προῖκα ὑπέσχηται πρεσβεύσειν]. ἔρρωσθε. vac.
Search Help
Contact Us