[ ]
Phokis — Delphi — ca. 228/7 BC — SEG 18.187; BCH 82.1958.84 — Bousquet
| 1 | [θεοί. ἄρχοντος] Ν̣ι̣[κάρχου, βουλευόντων] Πραξία, Νικάνδρου, |
| [Δαμάρχου], Βωτάκου, ἔ[δοξε τᾶι πόλει τῶν Δ]ελφῶν ἀνανεώσα- | |
| [σθα]ι τὰμ πάτριον προξ[ενίαν καὶ θεαροδοκ]ίαν Διαίτωι Θεστίου | |
| Τηνίωι καὶ ἐκγόνοις· εἶ[ναι δὲ αὐτοὺς εὐε]ργέτας τοῦ ἱεροῦ καὶ | |
| 5 | Δελφῶν, καὶ εἶναι αὐτοῖς [προμαντείαν, ἀσ]φ̣άλειαν, ἀσυ<λ>ίαν, προ- |
| εδρίαν, προδικίαν, ἀτέλε[ιαν πάντων καὶ κ]ατὰ γῆν καὶ κατὰ θάλασ- | |
| σαν, καὶ ἰσοπολιτείαν, καὶ [γῆς καὶ οἰκίας] ἔμπασιν, καὶ τὰ ἄλλα | |
| ὅσα καὶ τοῖς ἄλλοις εὐεργ[έταις καὶ θεαρ]οδόκοις· εἶμεν δὲ αὐ- | |
| τοὺς θεαροδόκους καὶ τῶν τὰ [Σωτήρια ἐπαγγε]λλόντων. vac. | |
| 10 | Δελφοὶ ἔδωκαν Τηνίοις προ[μαντείαν, πρ]εσβε̣ύ̣σαντος Διαίτου. |