[ ] Phokis — Delphi — 284-281 BC — SEG 14.461; BCH 078.1954.435 — Bousquet
1 ὧδε χρὴ Φοῖβον παρὰ Πύθιον αἰὲν ἀλαθ[ῶς]
αὐχεῖν, ὡς ὅδ’ ἀνὴρ Ἑλλάδος ΩΝΑ̣ΤΑΡ— — —.
δὶς μὲν γὰρ σφετέρας ἀπὸ δ̣[έσμ(?)]ι̣α δ̣[ειν] τυράννων
λῦσαί φατι, καμὼν ἄλκιμ̣[α πολλά, πάτρ]ας,
5 ἁνίκα δῖα Ἐλάτεια κατείχε[το], τὸμ [μὲν ἐν] ἀρχ[ᾶι],
τὸν δὲ μέσαι τελέσας μόχ[θο]ν ἐν ἁλ[ικίαι].
οὗτος καὶ βασιλῆα Μακη[δονίας] φρεσὶ [πε]ί̣σας
τὰν ἄδολον κ[ε]ίναν ὥρμι[σεν εἰ]ς φιλίαν,
Λυσ[ίμα]χον, χρυσὸν δὲ τὸν ἄ[στ]εα καὶ τὰ πατρῶια
10 ἄγαγεν [Ὀ]ρνυτιδᾶν ῥυσάμενον δάπεδα.
τοὔνεκα καὶ Φωκεῖς δεκάκις, ξένε, ταγὸν ἔθεντο,
τόν γε μετ’ εὐδ̣ο[κί]α̣[ς] πάντες ἐπ̣ευχό̣μ̣[εν]ο̣ι̣.
ἀλλά τ[ις αὖ(?) Ξ]άνιπ]πον ἰδὼ[ν] Ἀμφα[ρέ]του υἱὸν
φάσθω· ἰδ[ὲ ὡς] μεγάλαι τοῖς ἀγαθοῖς [χ]άριτες.
Search Help
Contact Us