FD III 4:220[2]
[ ] Phokis — Delphi — ca. 270 BC — SEG 18.197B; BCH 84.1960.174 — Bousquet
1 ὧδε χρή, Φοῖβον παρὰ Πύθιον αἰὲν ἀλαθ[ῆ],
  αὐχεῖν, ὡς ὅδ’ ἀνήρ, Ἑλλάδ’ ὃς ὤνατ’ ἀε̣[ί].
δὶς μὲν γὰρ σφετέρας ἀπὸ δ̣[ούλ]ια δ̣[εσμ]ὰ τυράννων
  λῦσαί φατι, καμὼν ἄλκιμ[α πολλά, πάτρ]ας,
5 ἁνίκα δῖα Ἐλάτεια κατείχε[το], τὸμ [μὲν ἐν] ἀρχ[ᾶι],
  τὸν δὲ μέσαι τελέσας μόχ[θο]ν ἐν ἁλ[ικίαι].
οὗτος καὶ βασιλῆα Μακη[δονίας] φρεσὶ [πεί]σ̣ας
  τὰν ἄδολον κείναν ὥρμι[σεν εἰ]ς φιλίαν
Λυσ[ίμα]χον, χρυσὸν δὲ τὸν ἄ[στ]εα καὶ τὰ πατρῶια
10   ἄγαγεν [Ὀ]ρνυτιδᾶν ῥυσάμενον δάπεδα.
τοὔνεκα καὶ Φωκεῖς δεκάκις, ξένε, ταγὸν ἔθεντο
  τόνγε μετ’ εὐδόξ[ο]υ̣ πάντες ἐλευ̣θ̣ε̣ρ̣[ί]α̣ς.
ἀλλά τ[ις αὖ] Ξάν[θ]ι̣π̣πον ἰδὼ[ν] Ἀμφα[ρέ]του υἱὸν
  φάσθω· ἴδ’ [ὡς] μεγάλαι [τ]οῖς ἀγαθοῖς [χ]άριτες.
Search Help
Contact Us