FD III 4:177
[ ] Phokis — Delphi — ca. 255/4 BC
1                         [θεοί]
Δελφοὶ ἔδωκαν Θεοδώρωι Θεογένους ὑ̣πο[κ]ριτῆι Μιλησίωι αὐτῶι καὶ ἐκγό-
νοις προξενίαν, προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν
πάντων καὶ τἆλλα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις.
5 ἄρχοντος Ἐμμενίδα, βουλευόντων Ἀριστοκράτευς, Ῥοδίου, Ἀρισταγόρα,
Ἀμεινία, Μαντία.
Search Help
Contact Us