[ ] Phokis — Delphi — 142/1 or 141/0 BC
1                          [θεός. τύχ]αν ἀγα[θάν].
[ἐπεὶ Ξενέας Βαβύλου, Εὐάγγελος Πάτρωνο]ς, Δεξ[ώ]νδας Δάμωνος οἱ ἐξαποσταλέντες πρ[εσ]βευταὶ ὑπὸ τ[ᾶ]ς
[πόλιος ἐν Ἡράκλειαν περὶ ὧν χρείαν εἴχομ]εν, παρα[γ]εν[όμεν]οι κα[ὶ ἐ]πελθόντες ἐπὶ τὰν ἐ[κκ]λη[σί]αν διελέγη[σαν]
[ὑπὲρ Πολυκράτεος καὶ Μενέστα τῶν Στα]σιμένεος Ἡρακ[λ]εωτᾶν διότ[ι εὐ]χρή[στ]ους α[ὐ]τ[ο]σαυτοὺς παρασκευάζο[ν]-
5 [τι καὶ κοινᾶι καὶ ἰδίαι τοῖς ἐντυγχανόν]τ[ο]ις [τ][ν] πο[λιτᾶν καὶ εὔνοο[ι ὄ]ντες ὑπάρχοντι τᾶι πόλει· ἀγαθᾶι τύχαι·
[δεδόχθαι τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελεί]ωι [σ]ὺμ ψά[φ]οις ταῖς ἐνν[ό]μοις· ἐπαι[νέ]σαι Πολυκράτην καὶ Με[ν]έστ[αν]
[τοὺς Στασιμένεος Ἡρακλεώ]τ[ας ἐπὶ τᾶι σπου]δ[ᾶ]ι κ[αὶ] τᾶι εὐνοίαι ἇι ἔχο[ντι] ποτὶ τ[ὰ]ν πόλιν ἁμῶν καὶ ὑπάρχειν αὐτοῖ[ς]
[καὶ ἐκγόνοις παρὰ τᾶς πόλιος π]ρο[ξενίαν, προμαντείαν], προδικίαν, ἀσυλίαν, ἀτέλ[ε]ιαν, προεδρίαν ἐν πᾶσι τοῖς ἀγώ-
[νοις οἷς ἁ πόλις τίθητι] κα[ὶ τὰ ἄλλ]α [τίμια ὅσα καὶ] τ[οῖ]ς ἄλλοις προξένοι[ς] καὶ εὐεργέταις τᾶς πόλιος ὑπ-
10 [άρχει. ἄρχοντος Κλεο]δάμο[υ, βο]υ[λ]ευ[όντων τὰν δε]υτέρ[αν] ἑξάμηνον Μνασιθέου τοῦ Διοδώρου, Ἁγίωνος
[τοῦ Πολυκλείτου, γραμ]μ[α]τεύοντος δὲ β[ουλᾶς Κ]λ[ε]ο[δάμου] τοῦ Μαντία.
Search Help
Contact Us