FD III 4:156
[ ] Phokis — Delphi — 247 or 243 BC — SDGI 2736
1                         θεοί.
ἔδοξε τᾶι πόλει τῶν Δελφῶν ἐν ἀγορᾶι τελείωι, σὺν ψάφο[ις]
ταῖς ἐννόμοις· ἐπειδὴ Λυσίας Φιλομήλου Μακεδὼν
διατελεῖ τά τε ποτὶ τὸν θεὸν καὶ τὸ ἱερὸν εὐσεβέων, καὶ τ-
5 ᾶι πόλει κοινᾶι καὶ τοῖς ἐντυγχανόντοις ἀεὶ καθ’ ἰδίαν
Δελφῶν φιλανθρώπως χρείμενος, ἀναγράψαι Λυσίαν
καὶ αὐτὸν καὶ ἐκγόνους εὐεργέτας τοῦ ἱεροῦ καὶ τᾶς πό-
λιος πρόξενον· ὑπάρχειν δ’ αὐτῶι καὶ τοῖς ἐκγόνοις προ-
μαντείαν, προδικίαν, ἀτέλειαν, προεδρίαν ἐν τοῖς ἀγώ-
10 νοις, ἀσυλίαν, ἀσ{σ}φάλειαν {²⁶ἀσφάλειαν}²⁶, καὶ τὰ λοιπὰ πάντα ὅσα καὶ τ-
οῖς ἄλλοις εὐεργέταις τοῦ ἱεροῦ καὶ τᾶς πόλιος δέδοται.
ἄρχοντος Δαμοτίμου, βουλευόντων Μιμνέα, Ξένωνος,
Λύσωνος, Ἀρχιάδα, Δάμωνος.
Search Help
Contact Us