[ ]
Phokis — Delphi — 256/5 BC — SGDI 2734
| 1 | θεοί. |
| Δελφοὶ ἔδωκαν Ἀθηνοδότωι Θεοδότου Ἀντιοχεῖ ἀπὸ Κύδνου αὐτῶι καὶ ἐκ- | |
| γόνοις προξενίαν, προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλίαν, ἀτέλειαν | |
| πάντων, καὶ τἆλλα πάντα ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις τᾶ[ς] | |
| 5 | πόλιος. ἄρχοντος Ἀριστίωνος, βουλευόντων Νικαίου, Ἁγίωνος, Καλλίκωνος. |