[ ]
Phokis — Delphi — 246 or 242 BC — SGDI 2733
| 1 | [θε]οί. |
| [ἔδοξε τᾶι π]όλει τῶν Δελφῶν. ἐπεὶ βασιλεὺς Σέλευκος βασιλέως | |
| [Ἀντιόχ]ου, ἀποστείλας γράμματα ποτὶ τὰν πόλιν, ἀξιοῖ τό τε ἱερὸν τὸ | |
| [τᾶς] Ἀφροδίτας τᾶς Στρατονικίδος καὶ τὰν πόλιν τῶν Σμυρναίων | |
| 5 | [ἱε]ρὰν καὶ ἄσυλον εἶμεν, αὐτὸς πρότερον πεπεισμένος τῶι τοῦ θεοῦ |
| χρησμῶ̣ι, καὶ πεποιηκὼς ἃ καὶ τὰν πόλιν ἀξιοῖ, ἐπικεχώρηκε δὲ τοῖς [Σμυρ]- | |
| ναίοις τάν τε πόλιν καὶ τὰν χώραν αὐτῶν ἐλευθέραν εἶμεν καὶ ἀφο[ρο]- | |
| λόγητον, καὶ τάν τε ὑπάρχουσαν αὐτοῖς χώραν βεβαιοῖ, καὶ τὰν πάτρι[ον] | |
| ἐπαγγέλλεται ἀποδώσειν, οἴονται δὲ δεῖν καὶ οἱ Σμυρναῖοι, πρεσβευτὰς ἀπο[στεί]- | |
| 10 | λαντες Ἑρμόδωρον καὶ Δημήτριον, ἀναγραφῆμεν ἐν τῶι ἱερῶι, ὥσπ[ερ καὶ] |
| ὁ βασιλεὺς ἀξιοῖ, τὰ ἐπικεχωρημένα αὐτοῖς· δεδόχθαι τᾶι πόλει τῶν Δελ- | |
| φῶν τό τε ἱερὸν τὸ τᾶς Ἀφροδίτας τᾶς Στρατονικίδος καὶ τὰμ πόλιν τῶν [Σμυρ]- | |
| ναίων ἱερὰν καὶ ἄσυλον εἶμεν, καθάπερ ὅ τε βασιλεὺς ἐπέστελκε [καὶ] | |
| ἁ τῶν Σμυρναίων πόλις ἀξιοῖ, ἐντείλασται δὲ καὶ τοῖς θεωροῖς τοῖ[ς τὰ] | |
| 15 | Πύθια ἐπαγγελλόντοις ἐπαινέσαι τὸν βασιλέα Σέλευκον ἐπί τε το[ύτοις] |
| καὶ τᾶι εὐσεβείαι καὶ τῶι ἐπακολουθηκέναι τῶι τοῦ θεοῦ χρησμῶι, | |
| καὶ θῦσαι τᾶι Ἀφροδίται· ἀναγράψαι δὲ τὸ μὲν ψάφισμα τόδε τὰν πόλιν | |
| ἐν τῶι ἱερῶι τοῦ θεοῦ, τὰν δ’ ἐπιστολὰν ἐν τῶι ἀρχείωι ἐν τῶι τοίχωι. |