[ ]
Phokis — Delphi — ca. 321 BC
| 1 | υἱὸς Ἀλεξάνδρου Κράτερος τάδε τὠπόλλων[ι] |
| ηὔξατο τιμάεις καὶ πολύδοξος ἀνήρ· | |
| στᾶσε, τὸν ἐν μεγάροις ἐτεκνώσατο καὶ λίπε παῖδα, | |
| πᾶσαν ὑποσχεσίαν πατρὶ τελῶν, Κράτερος, | |
| 5 | ὄφρα οἱ ἀΐδιόν τε καὶ ἁρπαλέον κλέος ἄγρα, |
| ὦ ξένε, ταυροφόνου τοῦδε λέοντος ἔχοι· | |
| ὅμ ποτε, Ἀλ[εξά]νδρωι τότε ὅθ’ εἵπετο καὶ συνεπόρθει | |
| τῶι πολυαιν[ή]τωι τῶιδε Ἀσίας βασιλεῖ, | |
| ὧδε συνεξαλάπαξε καὶ εἰς χέρας ἀντιάσαντα | |
| 10 | ἔκτανεν οἰονόμων ἐν περάτεσσι Σύρων. |