[ ] Phokis — Delphi — end 1st c. AD
1        θεός. τύχα ἀγαθά.
Δελφῶν ἡ πόλις ἔδωκεν πολειτείαν
Ἀμφικτύοσιν Νεικοπολειτῶν τῶν πρὸς
τῷ [Ἀ]κτίῳ Πο. Κορνηλίῳ Ἰουλιανῷ Εὐπόρῳ,
5 [Κλ.? Ἀ]φεινίῳ Σωτίωνι, Πο. Κορνηλίῳ Εὐπόρ
[Λού]πῳ, Πο. Κορνηλίῳ [Κέ]ρδωνι, τειμῆς ἕ[νεκα]
[καὶ τῆς] πρὸς τὸν θεὸν αὐτῶν ἐξαιρέτου θρ[η]-
σκείας καὶ τῆ[ς π]ρὸς τὴν πόλι[ν] ἡμῶν εὐ[νοίας· ἐ]-
ποίησαν δὲ καὶ βουλευτὰς αὐτοὺς ἐξαιρέ-
10 τως τειμῶντες διά τε τὸ ἀξίωμα αὐτῶν καὶ
διὰ τὴν πρὸς τὴν {πρὸς τὴν} πόλιν αὐτῶν
εὔνοιαν, καὶ τἆλλα δὲ τείμια ἔδοσαν αὐτοῖς
ὅσα τοῖς καλοῖς καὶ ἀγαθοῖς ἀνδράσι δίδοται.
ἄρχοντος Σείμου τοῦ Ἐπάνδρου, μηνὸς
15 Εἰλαίου, βουλευόντων δὲ Δομιτίου Ὑγίνου,
Οὐρρίου Παύλου, Εὐαμέρου τοῦ Ὀνησιφόρου,
Μηνίου τοῦ Μηνίου.
Search Help
Contact Us