[ ] Phokis — Delphi — ca. 8 AD
1 [ἄρχοντος ἐν Ἐλατείᾳ ․․․․․․․․․․․․․․ τοῦ ․․․․․․․․․․․․․․․․․], μηνὸς πέντου καθὼς Ἐ[λα]-
[τεῖς ἄγουσιν, ἐν δὲ Δελφοῖ]ς ἄρχοντος Νικάνδρου τοῦ Νικάνδρου, μηνὸς Βυσίου, ἀπέδοτ[ο]
[Εἰσιδώρα ․․․․․․․․․․․․․․․]ς, συν<ε>υαρεστεόντων καὶ τῶν υἱῶν αὐτᾶς Φιλοκλέος καὶ Μ[․․]
[․․․․, τῷ Ἀπόλλωνι τῷ Πυ]θίῳ σῶμα γυναικῆον κοράσιον, ᾧ ὄνομα Σωτηρίχα, τιμᾶς
5 [ἀργυρίου μνᾶν ․․․․, καὶ τὰν] τιμὰν ἀπέχει πᾶσαν, ὥστε εἶμεν Σωτηρίχαν ἐλευθέραν ἀπὸ
[πάντων, μηδενὶ μηδὲν πο]θήκουσαν πάντα τὸν τᾶς ζωᾶς χρόνον, ποιοῦσαν Εἰσιδώρᾳ πᾶν [τὸ]
[ἐπιτασσόμενον ἀνεγκ]λήτως. εἰ δέ τι ἀπιθέοι Σωτηρίχα, ἐξουσίαν ἐχέτω Εἰσιδώρα ἐπιτι-
[μέουσα αὐτὰν τρόπῳ] ᾧ κα θέλῃ. εἰ δέ τι πάθοι Εἰσιδώρα, ποιησάτω Σωτηρίχα τὰ ποτὶ γᾶν
[πάντα, καθὼς ὁ νόμ]ος ἐστί. εἰ δέ τις ἐφάπτοιτο Σωτηρίχας ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόν-
10 [τω τῷ θεῷ τὰν ὠνὰ]ν ἅ τε ἀποδομένα καὶ οἱ βεβαιωτῆρες· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω σ[υ]-
[λέων Σωτηρίχαν ὡς ἐ]λευθέραν καὶ μηδενὶ μηδὲν ποθήκουσαν. καθέστακα δὲ καὶ βεβαιωτῆρας
[․․․․․․․․․․․․․․․․․]λαον Χαιρελάου ․․․․․․․․․․․․․․․․․․․․․․․․․․․ μάρτυρες· οἵ τε ἱερεῖ[ς]
[τοῦ Ἀπόλλωνος Δι]όδωρος Φιλονίκου, Διονύσιος Ἀστοξένου, Δάμων Πολεμάρχου,
[καὶ οἱ ἄρχοντες Δι]όδωρος Ὀρέστα, Εὔδωρος Ἐπινίκου, [․․․․․․․․․․․․․․․․․․․․․․ ․5]
15 [․․․․․․․․․․․․․․․․․․․․․․․․] Λαμένης Εὐκράτους.
Search Help
Contact Us