[ ] Phokis — Delphi — 2nd c. AD
1             θεός. {ι} τύχαι ἀγαθᾶ[ι].
   ἐν προσκλή[τ]ῳ{ς} ἐκκλησίᾳ, ἔδοξε τῇ π[όλει τῶν]
Δελφιῶν· ἐπ<ε>ι[δὴ] Σώσανδρος Πλειστάρχου Ὑπ[αταῖος]
Σ<ε>βαστῆος, ἀ[νὴρ] εὐσεβέστατος μὲν πρὸς τὸ[ν θεὸν]
5 [εὐνοϊκώτ]ατος δὲ πρὸς τὴν [πόλιν ἡμῶν, ἐν τοῖς ἔμπρο]-
[σθεν] χρόνοις ἁγνῶς τε καὶ λα[μπροψύχως ἅμα ἀγωνο]-
θε[τῶν δ]ιετέλεσε ἐπιμελητ[εύων τε τῶν Ἀμφικτιόνων, καὶ]
το[ῦ ἱερ]οῦ προέστη κατὰ τὸ [κάλλιστον, ἐφ’ οἷς καὶ ἡ πόλις]
τῶΔελ]φῶν ἐτείμησεν, ὥ[σπερ εἴθισται, τὴν αἵρεσιν αὐ]-
10 τ[οῦ καταξίως καὶ φιλ]ανθρώ[πως· καὶ νῦν δέ], δίκαιον ἡγη[σαμένη]
[τὸν αὑτῆς εὐεργέτην κ]αὶ ἀγωνοθέτην καὶ ἐπιμελη[τὴν τει]-
[μα]ῖς ἀξ[ιωτάτα]ις ἀμείβεσθαι, ἔδωκεν αὐτῷ προμαν[τείαν],
προεδρί<α>ν, <ἀ>τέλ<ε>ιαν, ἀσυλίαν, γᾶς τε καὶ οἰκίας ἔνκτησιν, [τἆλλα]
τε τείμια ὅσα τοῖς καλοῖς καὶ ἀγαθοῖς ἡ πόλις ἔθος ἔχ[ει διδόναι],
15 ἀναθεῖναί <τ>ε αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν τῷ ἱερῷ το[ῦ] Πυθί[ου Ἀ]-
πόλλωνος, ἐπιγραφὴν ἔχουσ<α>ν· "ἁ πόλις τῶν [Δ]ελφῶν [Σ]ώ-
σανδρον Πλειστάρχου, ἀγωνοθετήσαντα κ[αὶ ἐπ]ιμε[λη]τεύ-
σαντα ἁγνῶς τε καὶ λαμπροψύχως, εὐσεβεί[ας ἕνεκα τῆ]ς ε[ἰς] τὸν
θεὸν καὶ εὐνοίας τῆς εἰς τὴν πόλιν Ἀπόλλων[ι Πυθίῳ"· πεμφθῆ]-
20 ν<α>ι δὲ καὶ πρὸς τὴν Ὑπ<α>ταίων πόλιν καὶ πρ[ὸς τὸ Θεσσαλῶν]
ἔθνος τοῦτο τὸ ψήφισμα, κατα<σε>σημει[ωμένον τῇ Δελφῶν δη]-
μοσί<ᾳ> σφραγεῖδι.
Search Help
Contact Us