[ ]
Phokis — Delphi — 119 BC
| 1 | [ἔ]δοξε τῷ κοινῷ τῶν Ἀμφικτιόν[ων]· ἐπειδή, τινῶν ἀδικήματα συντελεσαμένων |
| [εἰ]ς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Πυθίου, ἐπελθόντες ἐπὶ τὸ συνέδριον τῶν Ἀμφικτιόνων, | |
| [λ]όγους ἐποιήσαντο κατὰ τῶν τὰ ἀδικήματα συντελειμένων Νικάτας Ἀ[λ]κίνου, Πολίτας | |
| [Ἀ]σάνδρου, Δαμαίνετος Θρασυκλέος, Μικκύλος Εὐδόκου, Εὔδοκος Θρασυκλέος, Ἄγων Ἀριστί- | |
| 5 | [ω]νος, Φίλων Ἰατάδα, Ἁβρόμαχος Μαντία, Πολυτιμίδας καὶ Μεγάρτας οἱ Μελισσίωνος, Κλεόδαμος |
| [Κλ]έωνος, Ἄσανδρος Διονυσίου, Δίων Πολίτα, ὑφ’ ὧν καὶ ἐπιβουλευθέντες καὶ ἐκπεσόντες ἐκ τῆ[ς] | |
| [πατ]ρίδος, οὐκ ἀπέστησαν τοῦ τε δικαίου καὶ καλῶς ἔχοντος καὶ τῆς τοῦ ἱεροῦ προστάσεως, [κατ]α- | |
| [φυγό]ντες δὲ καὶ ἐπὶ τὴν σύγκλητον τὴν Ῥωμαίων, καὶ οὐ προιδόμενοι οὔτε κίνδυνον οὔτε κακοπα- | |
| [θίαν οὔ]τε δαπάνην, ποτικαρτερήσαντες δὲ καὶ ἐν Ῥώμῃ χρόνον ἱκανόν, καὶ ἐπελθόντε[ς] ἐπὶ τὴν | |
| 10 | [σύγκλη]τον, ἀντιπρε[σβ]ευόντων αὐτοῖς τε[․․․․․․․․․] |