[ ] Phokis — Delphi — 79 AD — SIG(3) 817
1           θεός.  τύχαι   ἀγαθᾷ.
Δελφοὶ ἔδωκαν Μ. Τουρρανίῳ Ἑρμονείκῳ Που-
τιολανῷ, κιθαρῳδῷ, νεικήσαντι Πύθια ἐνδόξως,
πολειτείαν, αὐτῷ καὶ ἐκγόνοις, προμαντείαν, προ-
5 ξενίαν, προδικίαν, ἀσυλίαν, προεδρίαν, ἀτέλειαν, γᾶς
καὶ οἰκίας ἔνκτησιν, καὶ τἆλλα τείμια ὅσα τοῖς κα-
λοῖς κἀγαθοῖς ἀνδράσιν δίδοται. ἄρχοντος Τίτου
Καίσαρος Σεβαστοῦ, βουλευόντων Ἀγάθωνος κα[ὶ]
Ἀντιγόνου.
Search Help
Contact Us