[ ] Phokis — Delphi — 225 BC — SGDI 2623
1          θεοί. τ[ύχ]α.
 Δελφοὶ ἔδωκαν Λύκωνι Ἀγρολέοντος
 Ναυπακτίωι, αὐτῶι καὶ ἐκγόνοις, προξενίαν,
 προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλία[ν],
5  θεαροδοκίαν, ἀτέλειαν πάντων, καὶ τἆλλα ὅσ[α]
 καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄ[ρ]-
χοντος Ἐμμενίδα, βουλευόντων Καλλικλέος,
Ξένωνος, Ἀρίστωνος.
Search Help
Contact Us