[ ]
Phokis — Delphi — 225 BC — SGDI 2623
| 1 | θεοί. τ[ύχ]α. |
| Δελφοὶ ἔδωκαν Λύκωνι Ἀγρολέοντος | |
| Ναυπακτίωι, αὐτῶι καὶ ἐκγόνοις, προξενίαν, | |
| προμαντείαν, προεδρίαν, προδικίαν, ἀσυλία[ν], | |
| 5 | θεαροδοκίαν, ἀτέλειαν πάντων, καὶ τἆλλα ὅσ[α] |
| καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις. ἄ[ρ]- | |
| χοντος Ἐμμενίδα, βουλευόντων Καλλικλέος, | |
| Ξένωνος, Ἀρίστωνος. |