[ ]
Phokis — Delphi — 49/8 BC
1 | [στραταγέοντος τ]ῶν Φω[κέω]ν Καλλίδα τοῦ Εὐξιθέου |
[Ὑαμπολίου, ἐν] δὲ Ἀμβρ[όσ]σωι ἄρχοντος Δαμοξένου | |
[τοῦ ․․6․․․], ἐν δὲ Δελφοῖς ἄρχοντος Ἀμύντα τοῦ Εὐ- | |
[αγγέλο]υ, βουλευόντων Διοδώρου τοῦ Δωροθέου, Σω- | |
5 | [στράτο]υ τοῦ Διονυσίου, μηνὸς Ποιτροπίου, ἀπέδοτο |
[Φιλ]λέας Ξενοκράτεος Ἀμβρόσσιος, συμπαρόντων | |
[αὐτ]ῶι τῶν φροντιστᾶν Καλλίππου τοῦ Κλείππου Κο- | |
[ρων]έως καὶ Εὐξιθέου τοῦ Εὐξιθέου Ὑαμπολίου, τῶι Ἀπόλ- | |
[λ]ωνι τῶι Πυθίωι ἐπ’ ἐλευθερίᾳ σῶμα γυναικεῖον ᾇ ὄνο- | |
10 | [μα] Σύμφορον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν |
[ἔχε]ι πᾶσαν, καθὼς ἐπίστευσε Σύμφορον τῶι θεῶι τὰν ὠ- | |
[νά]ν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων | |
[τὸν] πάντα βίον. βεβαιωτῆρες Ἀμβρόσσιος μὲν Δάμων Ἀπελ- | |
[λαί]ου, Δελφὸς δὲ Σώστρατος Διονυσίου. εἰ δέ τις ἐφάπτοιτο | |
15 | [Συ]μφόρου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι |
[θε]ῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ οἱ βεβαιωτῆρες· | |
[ὁμ]οίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων ὡς ἐλευ- | |
[θ]έραν οὖσαν Σύμφορον, ἀζάμιος καὶ ἀνυπόδικος ὢν πά- | |
[σ]ας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλω- | |
20 | νος Νικόστρατος Ἄρχωνος, Ξενόκριτος Μένητος, |
καὶ ὁ νεωκόρος Κλεόμαντις, καὶ ὁ προστάτας Ἁβρόμαχος | |
Ξεναγόρα, Πολυτιμίδας Ἀθάμβου, Νίκων Ἀρισταγόρα, | |
[Ἀ]ντιφάνης Ἀρίστωνος. |