[ ] Phokis — Delphi — 49/8 BC
1 [στραταγέοντος τ]ῶν Φω[κέω]ν Καλλίδα τοῦ Εὐξιθέου
[*(UAMPOLI/OU, E)N] DE\ *)AMBR[O/S]SWI A)/RXONTOS *DAMOCE/NOU
[TOU= !!`6!3], E)N DE\ *DELFOI=S A)/RXONTOS *)AMU/NTA TOU= *EU)-
[αγγέλο]υ, βουλευόντων Διοδώρου τοῦ Δωροθέου, Σω-
5 [στράτο]υ τοῦ Διονυσίου, μηνὸς Ποιτροπίου, ἀπέδοτο
[Φιλ]λέας Ξενοκράτεος Ἀμβρόσσιος, συμπαρόντων
[αὐτ]ῶι τῶν φροντιστᾶν Καλλίππου τοῦ Κλείππου Κο-
[ρων]έως καὶ Εὐξιθέου τοῦ Εὐξιθέου Ὑαμπολίου, τῶι Ἀπόλ-
[λ]ωνι τῶι Πυθίωι ἐπ’ ἐλευθερίᾳ σῶμα γυναικεῖον ᾇ ὄνο-
10 [μα] Σύμφορον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν
[ἔχε]ι πᾶσαν, καθὼς ἐπίστευσε Σύμφορον τῶι θεῶι τὰν ὠ-
[νά]ν, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων
[τὸν] πάντα βίον. βεβαιωτῆρες Ἀμβρόσσιος μὲν Δάμων Ἀπελ-
[λαί]ου, Δελφὸς δὲ Σώστρατος Διονυσίου. εἰ δέ τις ἐφάπτοιτο
15 [Συ]μφόρου ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι
[θε]ῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ οἱ βεβαιωτῆρες·
[ὁμ]οίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων ὡς ἐλευ-
[θ]έραν οὖσαν Σύμφορον, ἀζάμιος καὶ ἀνυπόδικος ὢν πά-
[σ]ας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλω-
20 νος Νικόστρατος Ἄρχωνος, Ξενόκριτος Μένητος,
καὶ ὁ νεωκόρος Κλεόμαντις, καὶ ὁ προστάτας Ἁβρόμαχος
Ξεναγόρα, Πολυτιμίδας Ἀθάμβου, Νίκων Ἀρισταγόρα,
[Ἀ]ντιφάνης Ἀρίστωνος.
Search Help
Contact Us