[ ]
Phokis — Delphi — 49/8 BC
1 | ἄρ[χοντος Ἀμύ]ντα τοῦ Εὐαγγέλου, [μη]νὸς Ἰλαίου, βου[λευόντων Διοδώ]- |
ρου τοῦ Δωροθέου, Σωστράτου τοῦ Διονυσίου, ἀπέδοτ[ο] Ἔπ[ανδρος Ἐπάν]- | |
δρου, συνευαρεστέοντος καὶ τοῦ υἱοῦ Ἐπάνδρου, τῷ Ἀπόλλωνι [τῷ Πυ]- | |
θίῳ σῶμα γυναικεῖον ἐπ’ ἐλευθερίᾳ ᾧ ὄνομα Εὐπορία, τιμᾶς ἀργυρίου [μνᾶν] | |
5 | τεσσάρων καὶ τὰν τιμὰν ἀπέχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς ν[όμους] |
τᾶς πόλιος Ἁβρόμαχος Ξεναγόρα. εἰ δέ τις ἐφάπτοιτο Εὐπορίας ἐ[πὶ κα]- | |
ταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμεν[οι] | |
καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέω[ν] | |
Εὐπορίαν ἐπ’ ἐλευθερίᾳ, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκ[ας] | |
10 | καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Νικόστρα- |
τος Ἄρχωνος, Ξενόκριτος Μένητος, καὶ ἰδιῶται Δωρόθεος | |
Διοδώρου, Πολυκράτης Φιλοκράτεος, Πολυτιμίδας Ἀθάμβου, Σώτη- | |
ρος Ἀλεξάνδρου, Σατυρίων Σατύρου. |