[ ]
Phokis — Delphi — undated
| 1 | ἄρχοντος Θεοξένου τοῦ Φιλαιτώλου, μηνὸς Ἀμαλίου, βουλε[υόντων Αἰα]- |
| κίδα τοῦ Εὐκλείδα, Νίκωνος τοῦ Νικαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Σόφ[ων — — καὶ] | |
| Διόκλεα Ἀλκίμου, συνευαρεσστούσας καὶ τᾶς θυγατρὸς αὐτῶν Σωσ[— — τῷ Ἀπόλ]- | |
| λωνι τῷ Πυθίῳ σῶμα γυναικῆ<ο>ν ᾇ ὄνομα Ἐρωτίς, τὸ γένος οἰκογενές, [τιμᾶς ἀργυρί]- | |
| 5 | [ο]υ μνᾶν πέντε, καὶ τὰν τειμὰν ἀπέχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ το[ὺς νόμους τᾶς] |
| [π]όλιος Πολέμαρχος Δάμωνος, καθὼς ἐπίστευσε Ἐρωτ[ὶς τῷ θεῷ τὰν ὠνάν], | |
| [ἐ]φ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πά[ντα βίον. παραμεινά]- | |
| τω δὲ Ἐρωτὶς Σόφωνι καὶ Διοκλέᾳ <ἕ>ως [κα ζῶντι, ποιοῦσα τὸ ἐπιτασσόμενον] | |
| [πᾶν] τὸ δυνατὸν [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |