[ ]
Phokis — Delphi — undated
1 | ἄρχοντος Πολεμά[ρχο]υ τοῦ Δάμωνος, μηνὸς Ἰλαίου, βουλευόντων |
Σελεύκου τοῦ Βαβύλ[ου], Ἀ<ν>τιφίλου τοῦ Γοργίλου, ἐπὶ τοῖσδε ἀπέ- | |
δοντο Δαμοκλῆς [Δ]ιονυσίου καὶ Εὐφροσύνα Δορυμένεος, | |
συνευαρεσ[τεό]ντων [κ]αὶ τῶν υἱῶν αὐτῶν Πυθοδώρου καὶ Δι- | |
5 | ονυσίου, τῷ [Ἀπό]λλωνι [τ]ῷ Πυθίῳ σῶμα γυναικῆον ᾇ ὄνομα Πα- |
ρ[αμ]ό̣να, τι̣μ̣[ᾶς ἀ]ργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἀπέχοντι | |
[πᾶσ]αν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Σέλευκος | |
[Βαβ]ύλου. εἰ δέ τις ἐφάπτοιτο Παραμόνας ἐπὶ καταδουλισ- | |
[μ]ῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμε- | |
10 | [ν]οι καὶ ὁ βεβαιωτήρ· ὡσομοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔσ- |
τω συλέων Παραμόναν ὡς ἐλευθέραν οὖσαν καὶ ἀνέφα- | |
πτον τὸν πάντα βίον, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δί- | |
[κας κ]α̣ὶ ζαμίας. μάρτ[υ]ρες οἵ τε ἱερεῖς τοῦ Ἀ[πόλλω]νος Διόδω- | |
[ρος Δωρ]οθέου, Ἁβρόμαχος Ξεναγόρα, Πολέμ[αρχος Δάμ]ωνος, | |
15 | [καὶ ἰδ]ιῶται Ἁγίων Δίωνος, Φίλων Γρί[που]. |