[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Πολεμά[ρχο]υ τοῦ Δάμωνος, μηνὸς Ἰλαίου, βουλευόντων
Σελεύκου τοῦ Βαβύλ[ου], Ἀ<ν>τιφίλου τοῦ Γοργίλου, ἐπὶ τοῖσδε ἀπέ-
δοντο Δαμοκλῆς [Δ]ιονυσίου καὶ Εὐφροσύνα Δορυμένεος,
συνευαρεσ[τεό]ντων [κ]αὶ τῶν υἱῶν αὐτῶν Πυθοδώρου καὶ Δι-
5 ονυσίου, τῷ [Ἀπό]λλωνι [τ]ῷ Πυθίῳ σῶμα γυναικῆον ᾇ ὄνομα Πα-
ρ[αμ]ό̣να, τι̣μ̣[ᾶς ἀ]ργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἀπέχοντι
[πᾶσ]αν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Σέλευκος
[Βαβ]ύλου. εἰ δέ τις ἐφάπτοιτο Παραμόνας ἐπὶ καταδουλισ-
[μ]ῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμε-
10 [ν]οι καὶ ὁ βεβαιωτήρ· ὡσομοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔσ-
τω συλέων Παραμόναν ὡς ἐλευθέραν οὖσαν καὶ ἀνέφα-
πτον τὸν πάντα βίον, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δί-
[κας κ]α̣ὶ ζαμίας. μάρτ[υ]ρες οἵ τε ἱερεῖς τοῦ Ἀ[πόλλω]νος Διόδω-
[ρος Δωρ]οθέου, Ἁβρόμαχος Ξεναγόρα, Πολέμ[αρχος Δάμ]ωνος,
15 [καὶ ἰδ]ιῶται Ἁγίων Δίωνος, Φίλων Γρί[που].
Search Help
Contact Us