[ ]
Phokis — Delphi — undated
1 | [ἄρχοντος — — — —]ου, [μηνὸς Ἐ]νδυ[σπ]οιτρ[οπίου, β]ουλευ[όντων Ἁ]β[ρ]ομάχου, Μεγάρτα, ἀπέδ[ο]το Λαδίκα καὶ Πο- |
[— — — — — — τῷ Ἀπόλλωνι σ]ῶμα γυναικῆον ᾇ ὄνομα Σωσώ, τιμᾶς ἀργυρίο[υ μ]νᾶν [τ]ριῶν, καὶ τὰν τιμὰν ἔ- | |
[χει πᾶσαν. βε]βαιωτ[ὴρ κ]ατὰ τοὺ[ς] ν[όμου]ς τᾶς πόλιος Μελισσίων Διονυσίου. παραμινάτω δὲ Σωσὼ Λαδίκᾳ ἕ- | |
[ως κα ζῇ, ποιοῦσα] τ[ὸ] ἐ[πι]τασσόμενον πᾶν· εἰ δὲ μὴ ποιέοι, ἐξουσίαν ἐχέτω Λαδίκα ἐπιτειμέουσα τρόπῳ ᾧ κα | |
5 | [θέλῃ. εἰ δὲ θέλοι] Σωσὼ προαπελθεῖν ἀπὸ Λαδίκας, δότω Λαδίκᾳ ἀργυρίου μνᾶς τρεῖς· εἰ δέ τι ἀνθρώπινον γέ- |
[νοιτο περὶ Λαδίκ]ας, ἐ̣[λευ]θέρα ἔστω Σωσὼ καὶ μηθενὶ μηθὲν ποθήκουσα. εἰ δέ τις ἐφάπτοιτο Σωσῶς ἐπὶ κατα- | |
[δουλισμῷ, βέβα]ιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν ἅ τε ἀποδομένα καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύρι- | |
[ος ἔστω συλέων] Σωσὼν ἐπ’ ἐλευθερίᾳ, ἀζάμιος ὢν καὶ ἀνυδόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερε- | |
[ῖς τοῦ Ἀπόλλωνος] Καλλίστρατος, Ἁβρόμαχος, καὶ ἰδιῶται Ἀστόξενος, Θεόξενος, Φιλιστίων |