[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Καλλιστράτου τοῦ Αἰακίδα, μηνὸς Ἰλαίου, βο[υλευόντων Μελισσίωνος, Κλέωνος, Σωτύλου],
ἐπὶ τοῖσδε ἀπέδοντο Εἰρανίων καὶ Τρύφερον τῶι Ἀπόλλνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Νουμήνιο]ς,
τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων καὶ τὰν τιμὰν ἀπέχο[ντι πᾶσαν· βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Νικίας]
[Φι]λονίκου, ἐφ’ ᾧτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον Ν[ουμήνιον ἀπὸ πάντων τὸν πάντα χρόνον. παρα]μινάτω
5 δὲ Νουμήνιος Εἰρανίωνι καὶ Τρυφέρῳ, ποιῶν τὸ ἐπιτασ[σόμενον πᾶν τὸ δυνατόν. εἰ δὲ μὴ, κύριοι ἔστωσα]ν Εἰρανί-
[ων κ]αὶ Τρύφερον ἐπιτιμέοντες τρόπῳ ᾧ κα θέλωντ[ι, πλὰν μὴ πωλέοντες. εἰ δέ τις ἐφάπτοιτο Νουμηνίου ἐπὶ καταδο]υ-
[λισμῷ], βέβαιον παρεχέτωσαν τῷ θεῷ τὰν ὠνὰν [οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔσ]τω
[συλέων] Νουμήνιον ἐπ’ ἐλ[ευθερίᾳ, ἀζά]μιος [ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς — — —]
Search Help
Contact Us