[ ] Phokis — Delphi — undated
1 [ἄ]ρχοντος Καλλιστράτου τοῦ Αἰακίδα, [μηνὸς — — —, βουλευ]-
όντων Μελισσίωνος τοῦ Διονυσ[ίο]υ, Κ[λέωνος τοῦ Δάμωνος, Σω]-
τύλου τοῦ Σωστράτ̣ου, ἐπὶ τοῖσδε ἀ[πέδοντο Καλλίστρατος καὶ]
Τιμώ, συνευαρεστεόντων αὐτῶν καὶ τ[— — — — — — — —, ἐπ’ ἐλευ]-
5 θερίαι τῶι Ἀπό{ι}λλωνι {²⁶Ἀπόλλωνι}²⁶ τῶι Πυθίωι κοράσιο[ν οἰκογενὲς ᾇ ὄνομα Στρα]-
τ<ώ>, τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τὰν τ[ιμὰν ἀπέχοντι πᾶσαν. βε]-
βαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλι[ος — — — — — — — — —, κα]-
θὼς ἐπίστευσε τῶι θεῶι Στρατὼ τὰν [ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν εἶ]-
μεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν [πάντα βίον. παραμεινάτω]
10 δέ Στρατὼ Καλλιστράτωι καὶ Τιμοῖ ἕω[ς κα ζῶντι ποιοῦσα τὸ ἐπι]-
τασσόμενον πᾶν ἀνεπικωλύτως. [εἰ δὲ μὴ παραμένοι ἢ μὴ]
ποιέοι τὸ ἐπιτασσόμενον καθὼς [ἐπάνω γέγραπται, ἐξουσίαν]
ἐχέτω Καλλίστρατος καὶ Τιμὼ ἐπιτιμ[έοντες τρόπωι ὧι κα θέλων]-
τι. ἐπεὶ δέ κα τι ἀνθρώπινον γένητ[αι περὶ Καλλίστρατον καὶ Τι]-
15 μώ, ἐλευθέρα ἔστωι Στράτω καὶ ἀπολ[ελυμένα τᾶς παραμονᾶς, καὶ ἐ]-
ξουσίαν ἐχέτω καὶ μένουσα καὶ [ἀποτρέχουσα ᾇ κα θέλῃ. εἰ δέ τις]
ἐφάπτοιτο ἐπί καταδουλισμῶι Στρα[τοῦς, βέβαιον παρεχόντω τῶι θεῶι]
τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ β[εβαιωτὴρ. ὁμοίως δὲ καὶ ὁ παρα]-
τυχὼν κύριος ἔστω συλέων Στρα[τὼ ὡς ἐλευθέραν οὖσαν καὶ ἀνέφα]-
20 πτον, ἀζάμιος ὢν καὶ ἀνυπόδικο[ς πάσας δίκας καὶ ζαμίας. μαρτυ]-
ρες ὅ τε ἱερεὺς τοῦ Ἀπόλλωνος Ν[ικόστρατος Ἄρχωνος καὶ ἰδιῶται]
Εὐκ<λ>είδας Ἡρακλείδα, Πολέμαρχ[ος Δάμωνος, Βαβύλος καὶ Εὐκλείδας]
οἱ Αἰακίδα, Μένης Δάμω[νο]ς, Ἐπί[νικος Νικοστράτου, — — — — —]
[․․c.8․․․]Τ̣[․․․․]Α̣Τ̣Ο̣Σ̣Κ̣[— — — — — — — — — — — — — — — — — — — — —].
Search Help
Contact Us