[ ]
Phokis — Delphi — undated — SGDI 2113
1 | ἄρχοντος Βαβύλου τοῦ Αἰακίδαι, μηνὸς Ἡ̣[ρακλείου, βουλευόντ]ων [Νικία τοῦ] |
Φιλονίκου, Μένητος τοῦ Ξενοκρίτου, Κλεάνδ[ρου τοῦ Φίλω]ν̣ος, ἐπὶ τοῖσδε | |
ἀπέδ{εαπεδ}οτο {²⁶ἀπέδοτο}²⁶ Ἁβρύστας Βείθυος, Θεοξένα Πύρ[ου, συμπαρό]ν̣των καὶ συνευα- | |
ρεστεόν{τεον}των {²⁶συνευαρεστεόντων}²⁶ τοῦ τε υἱοῦ αὐτῶν Πύρου καὶ τᾶ[ς θυγατρὸ]ς αὐτῶν Ἡραΐδος, τῷ | |
5 | Ἀπόλλωνι τῷ Πυθίῳ ἐπ’ ἐλευθερίᾳ σῶμα ἀνδρ[εῖον ᾧ ὄνο]μα Εὐφρόσυνος τιμᾶς |
ἀργυρίου μνᾶς καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσα[ν, καθὼ]ς ἐπίστευσαν τὰν ὠ- | |
νὰν τῷ θεῷ. βεβαιωτὴρ Δωρόθεος Διοδώρου. ὁμοίως δὲ καὶ [ὁ παρα]τυγχάνων κύριος ἔστω | |
<σ>υλέων ἐπ’ ἐλευθερίᾳ κατὰ τοὺς νόμους τᾶς πόλιος Δ[ωρόθεο]ς Διοδώρου ἐφ’ ᾧτε | |
ἀνέφαπτον εἶμεν Εὐφρόσυν<ον> καὶ ἐλεύθερον τὸν π[άντα βίον. εἰ] δέ τις ἐφάπτοι<το> Εὐφρο- | |
10 | σύνου ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχέτω τῷ θ[εῷ τὰν] ὠνὰν οἱ βεβαιωτῆρες |
τῷ θεῷ. μάρτυροι Μένης Ξενοκρίτου, Στράτα[γος Φίλω]νος, Ἐμενίδας Τι- | |
μολέωνος, Ἁβρόμαχος Ξεναγόρα, Φίλων Στρα<τάγου>. |