[ ] Phokis — Delphi — 180/79? 179/8? BC — SIG(3) 614
1 [ἄρχοντος Μαντία, βο]υλε[υόντων Διοδώρου, Ξένωνος, Σωσινίκου],
[ἔδοξε τᾶι πόλει τῶν] Δελῶ]ν ἐν ἀγ[ορᾶι τελείωι σὺμ ψάφοις ταῖς ἐννόμοις]·
ἐπειδ[ὴ ὁ δᾶ]μος [ὁ Ῥ]οδίων [φί]λος ὢν καὶ εὔ[νους ἁμῖν ἔν τε τοῖς ἔμπροσθεν]
χρόνοι[ς πο]λλὰς ἀποδείξεις πεποίητα[ι τᾶς τε ποτὶ τὸν θεὸν εὐσεβείας]
5 καὶ τᾶς ποτὶ τὰμ πόλιν αἱρέσιος καὶ [εὐνοίας, καὶ νῦν ἐξαποστειλάντων]
ἁμῶν ποτ’ αὐτὸν πρεσβευτὰς τὸν τε πρ[όξενον τῶν Ῥ]οδί[ων Πραξίαν]
Εὐδόκου καὶ Εὐκράτη Καλλίκωνος [τοὺς ὑπὲρ Δελφ]ῶν αἰ[τησομένους ἵνα]
ἀποστείλῃ τοὺς διακρινέοντας π[ερὶ τῶν τεμενέω]ν κα[ὶ περὶ τῶν ὅρων]
τᾶς χώρας ἇς ἀμφιλλέγοντι Ἀμ[φ]ισσ[εῖς ποτὶ τὰμ πό]λιν, [τούς τε πρεσβευ]-
10 τὰς ἀπεδέξατο φιλανθρώπως καὶ τ[ᾶς φιλίας τᾶς] ὑπαρ[χούσας ἀξίως ἀπέ]-
στειλε τῶν πολιτᾶν ἄνδρας ἐννέα [οἷς κ]αὶ πα[ρα]γενομ[ένοις ἐπιμελὲς ἦν]
ἀποδόμεν τὰν κρίσιν, διὰ δὲ τὸ τοὺς [Ἀμφι]σσεῖς μὴ θέλε[ιν ἐπὶ τόπον παρα]-
γενηθῆμεν οὐκέτι συνετελέσθη ἁ [κρίσ]ις· περὶ ὧν τᾶ[ι τᾶς πόλιος ἀξιώσει]
οἱ δικασταὶ παρακολουθηκότες καλῶς [καὶ ὁ]σ[ίως ἐμ]φανί[ζοντι τὸ γεγονός]·
15 ὅπως οὖν εἰδῇ ὁ δᾶμος τὰν Δ̣[ελ̣]φῶν αἵ[ρεσ]ιν κ[αὶ] ε[ὔ]νοιαν [τὰν ποτ’ αὐτόν].
τύχαι ἀγαθᾶι· δεδόχθαι τᾶι πόλει ἐπαινέσαι τὸν δᾶμ[ον τὸν Ῥοδίων]
ἐπί τε τᾶι ἐν τὸ ἱερὸν εὐσεβείαι καὶ [τᾶι π]οτὶ τὰμ πόλιν [εὐνοίαι καὶ καλο]-
καγαθίαι· παρακαλεῖν δὲ αὐτὸν κα[ὶ ἐν τὸ] λο[ιπ]ὸν διαφ[υλάσσειν τὰν εὔ]-
νοιαν τὰμ ποτὶ Δελφοὺς καθὼς ἁρμόζον ἐστί· ἐπαινέ[σαι δὲ καὶ τοὺς]
20 αἱρεθέντας καὶ παραγενομένους δικαστὰς ἐπὶ τὰν κ[ρίσιν τᾶς χώρας]
Εὐφανίσκον Καλλιξείνου κ[αθ’] υἱο[θεσία]ν [δ]ὲ Νικασιδ[άμου, Πιστόξενον]
Πυθοδότου καθ’ υἱοθεσίαν δὲ [Θήρ]ιδο[ς], Γοργονᾶ Κλεισιμ[βρότου, Πειθιάδαν]
Κλεομβρότου, Βωλίωνα Ἀξάνδρου, Ἁγήτορα Δαμοσ[τράτου καθ’ υἱοθεσί]-
αν δὲ Τιμοστράτου, Εὐέλθωνα Ἀντιδότου, Στράτων[α Ἀριστοκράτεος],
25 Κλεώνυμον Δαμοκράτεος, ὅτι παραγενηθέντες π[άντα τᾶι πόλει συν]-
[έ]πραξαν σπουδᾶς καὶ φιλοτιμία[ς οὐθὲν ἐ]λλείπον[τες ἐν τὸ ἐπι]-
[τυ]χεῖν ἁμῖν τὰ ἀμφιλλ[εγ]όμενα, τὰν [δ]ὲ ἐνδαμίαν ἐπ[οίησαν καλὰν]
[κα]ὶ ἀξίαν αὐτῶν καὶ τοῦ δάμου τοῦ ἐξαποστείλαντ[ος αὐτούς· εἶναι]
[δ]ὲ αὐτοῖς καὶ προξενίαν καὶ προμαντείαν καὶ ἀσυλί[αν καὶ προεδρίαν]
30 [ἐ]μ πᾶσι τοῖς ἀγῶσι οὓς ἁ πόλις τίθητι καὶ τἄλλα ὅσα κα[ὶ τοῖς ἄλλοις]
[π]ροξένοις καὶ εὐεργέταις τᾶς πόλιος· πέμψαι δὲ α[ὐτοῖς καὶ ξένια]
[τ]ὰ μέγιστα ἐκ τῶν νόμω[ν· ἐ]πιμεληθῆμεν δὲ τοὺς ἄ[ρχοντας τᾶς]
[ἀ]σφαλείας αὐτῶν ὅπως παραπεμφθέωντι ἄχρι οὗ κα [αὐτοῖς δοκῇ],
[κ]αὶ ἀναγράψαι τὰμ μὲν προξενίαν ἐν τὸ βουλεῖον κα[τὰ τὸν νόμον, τὸ δὲ]
35 [ψ]άφισμα ἐν τὰν βάσιν τοῦ χρυσέου ἅρματος τοῦ [ἀνατεθέντος τῶι θεῶι]
[ὑπὸ] τοῦ δάμου τοῦ Ῥοδίων.
Search Help
Contact Us