[ ]
Phokis — Delphi — undated
| 1 | [ἄρχ]οντος Μένητος τοῦ Δάμωνος, μηνὸς Ποιτροπίου, βουλευόντων Στρατάγου τοῦ Φίλωνος, Λέωνος τοῦ Ξενοφάντου, ἀπέδοντο Εὐαίνετος Ξενοχάρεος καὶ Σωσίχα |
| [․․․]μαίου Ἀμφισσεῖς τῷ Ἀπόλλωνι τῷ Πυθίῳ σῶμα ἀνδρεῖον οἰκογενὲς ᾧ ὄνομα Ἀφροδίσιος, τειμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τειμὰν ἀπέχοντι πᾶσαν. | |
| [βεβαι]ωτὴρ κατὰ τοὺς νόμους Μένης Δάμωνος, ἐφ’ ᾧτε ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον Ἀφροδείσιον, ποιοῦντα ὅ κα θέλῃ καὶ ἀποτρέχοντα | |
| [οἷς κα] θέλῃ. παραμεινάτω δὲ Ἀφροδείσιος Εὐαινέτῳ καὶ Σωσίχᾳ ποιῶν τὸ ἐπιτασσόμενον πᾶν τὸ δυνατόν· εἰ δὲ μὴ ποιέοι, ἐξουσίαν ἐχέτωσαν Εὐ- | |
| 5 | αίνετος καὶ Σωσίχα ἐπιτιμέοντες τρόπῳ ᾧ κα θέλωντι πλὰν μὴ πωλέοντες. εἰ δέ τις ἐφάπτοιτο Ἀφροδεισίου ἐπὶ κα- |
| [τα]δουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύ- | |
| [ρι]ος ἔστω συλέων Ἀφροδείσιον ἐπ’ ἐλευθερίᾳ, ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερε[ῖς] | |
| τοῦ Ἀπόλλωνος Καλλίστρατος Αἰακίδα, Φίλων Στρατάγου, καὶ ἰδιῶται Διόδωρος Φιλονίκου, Πολύκλειτος Μέντορος, Λα- | |
| [ιά]δας Λέωνος, Ξεναγόρας Ἁβρομάχου, Ἀλέξανδρος Μηνοδώρου. |