[ ]
Phokis — Delphi — undated
| 1 | ἄρχον[τος Κα]λλία, μηνὸ[ς — — — —, βουλευόντων — — — — —]ς, |
| Πάτρωνος, Ἐμμενίδα, Δάμωνος, ἀπέ[δοτο Πατροφίλα — — — — —] | |
| Μακέτα τῶι Ἀπόλλωνι τῶι Πυθίωι ἐπ’ ἐλευ[θερίᾳ κοράσιον ᾇ ὄνομα] | |
| Δαμοστράταν δωρέαν, ἐφ’ ὧιτε ἐλευθέρα[ν εἶμεν καὶ ἀνέφαπτον] | |
| 5 | ἀπὸ πάντων. εἰ δέ τις ἐφάπτοιτο Δαμοστράτας [ἐπὶ καταδουλισμῶι], |
| κύριος ἔστω ὁ παρατυχὼν συλέων ὑπὲρ τὸν θεὸν καὶ [ἀφαιρείμενος] | |
| Δαμοστράταν, ἀζάμιος ὢν καὶ ἀνυπόδικος. παραμεινάτω δε [Δαμοστράτα] | |
| Πατροφίλᾳ ἕως κα ζ[ῇ] Πατροφίλα [․․․]Σ̣Α̣ τὸ ἐπιτασ̣σ̣όμενον πᾶν [τὸ] δυνατὸν. | |
| εἰ δέ <μὴ> παραμένοι ἢ μὴ ποιέοι τὸ ἐπιτασσόμενον, κυρία ἔστω [Πατρο]φίλα | |
| 10 | ἐπιτιμέουσα Δαμοστράτᾳ τρόπωι ᾧ κα θέλῃ πλὰμ μὴ πωλέουσα. εἰ δὲ θέλοι |
| Δαμοστράτα ἀποτρέχειν ἀπὸ Πατροφίλας πρὸ τοῦ παραμεῖναι αὐτᾷ καὶ εὐ- | |
| αρεστέοι Πατροφίλα, ἀποδότω Δαμοστράτα Πατροφίλᾳ τροφεῖα ἀργυ- | |
| ρίου μνᾶς τρεῖς· ἄλλως δὲ μὴ ἐχέτω ἐξουσίαν ἀπελθεῖν ἀπὸ Πα- | |
| τροφίλας. εἰ δέ τι πάθοι Πατροφίλα, ποιησάτω τὰ ποτὶ γᾶν πάντα | |
| 15 | Δαμοστράτα Πατροφίλᾳ. μάρτυροι οἱ ἱερῖς Αἰακίδας, Ἐμμενίδας· |
| [Π]ολυ̣τιμ̣ίδας Μελισίωνος, Διονύσιος Ἀστοξένου. |