[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Νικάρχου, μηνὸς Ἡραίου, βουλευόντων Δωρο-
θέου, Ξενοκρίτου, Γοργίλου, Φίλωνος, ἀπέδοτο Ἀφροδισία Δά-
μωνος, συνευδοκέοντος καὶ τοῦ ἀνδρὸς αὐτᾶς Σωσία καὶ τοῦ ὑο[ῦ]
Λαδίκου τῷ Ἀπόλλωνι τῷ Πυθίῳ σῶμα γυναικεῖον ᾇ ὄνομα Εὐλο[γί]-
5 α, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων καὶ ἡμίσου καὶ τὰν τιμὰν ἔχει πᾶσα[ν],
καθὼς ἐπίστευσε Εὐλογία τῷ θεῷ τὰν ὠνὰν ἐφ’ ᾧτε ἐλευθέρα[ν εἶμεν]
καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτὴρ [․․․9?․․․․]
Ἀστοξένου. εἰ δέ τις ἐφάπτοιτο Εὐλογίας ἐ[πὶ καταδουλισμῷ, βέβαιον]
παρεχέτω τῷ θε[ῷ τὰν] ὠνὰν ἅ τε ἀπο[δομένα καὶ ὁ βεβαιωτήρ].
10 ὁμοίως δὲ καὶ ὁ [παρατυχὼν κύριος ἔστω συλέων Εὐλογίαν]
Search Help
Contact Us