[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος Ἡρακλείδα τ]ο̣ῦ̣ Εὐκλείδα, μηνὸς Ἐνδυσποιτρο-
[πίου, βουλευ]όντων Ἀθανίωνος τοῦ Κλεοξενίδα, Φι-
[λονίκου το]ῦ̣ Νικία, Στράτωνος τοῦ Νικοδάμου, Ἐμμενίδα
[τοῦ Τιμολ]έωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Σατύρα Ἀν<δ>ρ<ον>ίκου,
5 [συνευδ]οκεόντων καὶ τῶν υἱῶν αὐτᾶς Σατύρου καὶ Καλ-
[․․6․․․]ς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον
[οἰκογενὲς ᾇ ὄ]νομα Παραμόνα, τιμᾶς ἀργυρίου μνᾶν τεσ-
[σάρων καὶ ἡμιμν]αίου, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν. βε-
[β]αιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Καλλίας Εὐκλεί-
10 δα, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν Παραμόναν καὶ ἀνέφαπτον
ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦσαν ὅ κα θέλῃ, καὶ ἀπο-
τρέχουσαν οἷς κα θέλῃ. εἰ δέ τις ἐφάπτοιτο Παραμό-
νας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι
θεῶι τὰν ὠνὰν οἴ τε ἀποδόμενοι, καὶ ὁ βεβαιωτὴρ
15 βεβαιούτω, κύριος δὲ ἔστω ὁ παρατυχὼν συλέων
Παραμόναν ὡς ἐλευθέραν, ἀζάμιος ὢν καὶ ἀνυ-
πόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι
οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Αἰακίδας Βαβύλου, Ξενοκράτης
Ἀγησιλάου καὶ ἰδιῶται Εὐκλείδας, Δείνων.
Search Help
Contact Us