[ ]
Phokis — Delphi — undated
| 1 | [ἄρχοντος Ἡρακλείδα τ]ο̣ῦ̣ Εὐκλείδα, μηνὸς Ἐνδυσποιτρο- |
| [πίου, βουλευ]όντων Ἀθανίωνος τοῦ Κλεοξενίδα, Φι- | |
| [λονίκου το]ῦ̣ Νικία, Στράτωνος τοῦ Νικοδάμου, Ἐμμενίδα | |
| [τοῦ Τιμολ]έωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Σατύρα Ἀν<δ>ρ<ον>ίκου, | |
| 5 | [συνευδ]οκεόντων καὶ τῶν υἱῶν αὐτᾶς Σατύρου καὶ Καλ- |
| [․․6․․․]ς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον | |
| [οἰκογενὲς ᾇ ὄ]νομα Παραμόνα, τιμᾶς ἀργυρίου μνᾶν τεσ- | |
| [σάρων καὶ ἡμιμν]αίου, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν. βε- | |
| [β]αιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Καλλίας Εὐκλεί- | |
| 10 | δα, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν Παραμόναν καὶ ἀνέφαπτον |
| ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦσαν ὅ κα θέλῃ, καὶ ἀπο- | |
| τρέχουσαν οἷς κα θέλῃ. εἰ δέ τις ἐφάπτοιτο Παραμό- | |
| νας ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῶι | |
| θεῶι τὰν ὠνὰν οἴ τε ἀποδόμενοι, καὶ ὁ βεβαιωτὴρ | |
| 15 | βεβαιούτω, κύριος δὲ ἔστω ὁ παρατυχὼν συλέων |
| Παραμόναν ὡς ἐλευθέραν, ἀζάμιος ὢν καὶ ἀνυ- | |
| πόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι | |
| οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Αἰακίδας Βαβύλου, Ξενοκράτης | |
| Ἀγησιλάου καὶ ἰδιῶται Εὐκλείδας, Δείνων. |