[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος Πύρρου, μηνὸς — — — —, βουλευ]όντων Πάσωνος, Ἀμύντα, Κλ[έωνος, Πάτρωνος, ἐπὶ τοῖσδε ἀπ][δοτο ἐπ’] ἐλευθερίᾳ Κλεονίκα Βουθήρα Δελφ
[συνευδοκέοντος καὶ τοῦ ἀνδρὸς α][τᾶς] Πρωτογένεος, τῶι Ἀπόλ[λωνι τῶι Πυθίωι σῶμα] γυναικεῖον [κοράσιον ἇ]ι ὄνομα Εὐαμερὶς τὸ γένος Βοιωτὰν
[τιμᾶς ἀργυρίου μνᾶν — — — καὶ τὰν τι]μὰν ἔχει πᾶσαν. βεβαιωτὴρ κατ[ὰ τοὺ]ς νό[μ]ου[ς] Δ[ω]ρόθεος Διοδ[ώρου Δελφ]ός, καθὼς ἐπίστευσε Εὐαμερὶς
[τῶι θεῶι τὰν ὠνὰν ἐφ’ ᾧτε ἐλευ]θέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον. παραμειν[άτω δὲ Εὐ]αμερὶς Κλεονίκαι ποιοῦσα τὸ ἐπι-
5 [τασσόμενον πᾶν ἀνεγκλήτως] ἕως κα ζῇ Κλεονίκα. εἰ δὲ μὴ παραμε[ί]ναι ἢ μὴ ποέοι τὸ ἐπιτασσόμεν[ον, ἐξουσίαν ἐχέτω] Κλεονίκα ἐπιτιμέουσα τρόπωι
[ὧι κα θέλῃ, ἀζάμιος καὶ ἀνυπόδ]ικος οὗσα. εἰ δέ τις ἐφάπτοιτο Εὐαμερίος ἐπὶ καταδουλισμῷ, βέβα[ιον παρεχ]έτω τῶι θεῶι τὰν ὠνὰν ἅ τε
[ἀποδομένα καὶ ὁ βεβαιωτὴρ]. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Εὐαμε[ρὶν ὡς] ἐλευθέραν ο[ὖσαν, καὶ αὐσαυτ]ὰν συλέουσα κυρία ἔ-
[στω, ἀζάμιος οὖσα καὶ ἀνυπ]όδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι [οἱ] ἱερεῖς τοῦ Ἀπόλλωνος Αἰακίδ[ας], Ἐμμενίδα[ς· Φι]λαίτωλος, Μέντωρ
[․․․․․․․․c.20․․․․․․․․]κριτος, Λαιάδας, Διόδωρος, Αἰσχύλος, Ἀρχίας Διοδώρου. vac.
Search Help
Contact Us