FD III 3:340
[ ] Phokis — Delphi — undated
1 ἐπὶ δὲ ἄρχοντος Πάτρωνος τοῦ Ἀριστοβούλου,
μηνὸς Βυσίου, βουλευόντων Φιλονίκου τοῦ
Διοδώρου, Εὐκλείδα τοῦ Ἡρακλείδα, Με-
νεκράτεα Μενεκράτεος ἀπέλυσε τᾶς
5 παραμονᾶς Τρυφέραν· καὶ ἔστω Τρυφέρα
ἀπὸ τούτου τοῦ χρόνου ἐλευ-
θέρα καὶ ἀνέφαπτος ἀπὸ π̣άν-
των τὸν πάντα χρόνον, καὶ μηθε̣-
νὶ μηθὲν ποθήκουσα. μάρτυρο[ι]
10 οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος
Νικόστρατος Ἄρχωνος, Ξενό-
κριτος Μένητος, καὶ ὁ νακό-
ρος Κλεόμαντις Δείνωνος,
καὶ ἰδιῶται Δωρόθεος Διοδώ-
15 ρου, Ἁβρόμαχος Ξεναγόρα, Πο-
λυκράτης Φιλοκράτε-
ος, Πύρρος Ἀτεισίδα,
Καλλίας Εὐκλείδα,
Σατυρ[ί]ων Σατύρου․․
Search Help
Contact Us