[ ]
Phokis — Delphi — undated
1 | ἄρχοντος Ἡρακλείδα τοῦ Εὐκλείδα, μηνὸς Θεοξενίου, βουλευόντων Ἀθανίωνος, Φιλονίκου, |
Ἐμμενίδα, Στράτωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Ἧρυς <Κ>λέωνος, συνευδοκέοντος καὶ τοῦ πατέ- | |
ρ{υ}ος {²⁶πατέρος}²⁶, συμπαρούσας καὶ Ἁρμοῦς καὶ τοῦ ἀνδρὸς αὐτᾶς Σω[τ]ᾶ, τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
σῶμα γυναικεῖον ἇι ὄνομα Εὐφροσύνα τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν ἓξ καὶ τὰν τι- | |
5 | μὰν ἔχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Νικόμαχος Φιλοξένου, Φιλαίτω- |
λος Μέντορος, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν Εὐφροσύναν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα | |
βίον, ποιοῦσαν ὃ κα θέλῃ καὶ ἀποτρέχουσαν οἷς κα θέλῃ, καθὼς ἐπίστευσε Εὐφροσύνα τῶι θεῶι τὰν | |
ὠνάν. εἰ δέ τις ἐφάπτοιτο Εὐφροσύνας ἐπὶ καταδουλισμῶι {Εὐφροσύνας ἐπὶ καταδουλισμῶι}, οἵ | |
τε ἀποδόμενοι καὶ οἱ βεβαιωτῆρες βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν, καὶ ὁμοίως ὁ παρατυ- | |
10 | χὼν κύριος ἔστω συλέων καὶ ἀφαιρείμενος Εὐφροσύναν ὡς ἐλευθέραν οὖσαν, ἀζάμιος ὢν καὶ |
ἀνυπόδικος ὢν πάσας δικὰς καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Αἰακίδας, | |
Ξενοκράτης καὶ Βαβύλος Λαιάδα, Λαιάδας Ἄγωνος, Σώτηρος Κριτολάου, Στράταγος, | |
Κλεύδαμος, Καλλίας, Ξενόκριτος Μνασιδάμου, Νίκων Νικαίου. |