[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Ἡρακλείδα τοῦ Εὐκλείδα, μηνὸς Θεοξενίου, βουλευόντων Ἀθανίωνος, Φιλονίκου,
Ἐμμενίδα, Στράτωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Ἧρυς <Κ>λέωνος, συνευδοκέοντος καὶ τοῦ πατέ-
ρ{υ}ος {²⁶πατέρος}²⁶, συμπαρούσας καὶ Ἁρμοῦς καὶ τοῦ ἀνδρὸς αὐτᾶς Σω[τ]ᾶ, τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα γυναικεῖον ἇι ὄνομα Εὐφροσύνα τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν ἓξ καὶ τὰν τι-
5 μὰν ἔχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Νικόμαχος Φιλοξένου, Φιλαίτω-
λος Μέντορος, ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν Εὐφροσύναν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα
βίον, ποιοῦσαν ὃ κα θέλῃ καὶ ἀποτρέχουσαν οἷς κα θέλῃ, καθὼς ἐπίστευσε Εὐφροσύνα τῶι θεῶι τὰν
ὠνάν. εἰ δέ τις ἐφάπτοιτο Εὐφροσύνας ἐπὶ καταδουλισμῶι {Εὐφροσύνας ἐπὶ καταδουλισμῶι}, οἵ
τε ἀποδόμενοι καὶ οἱ βεβαιωτῆρες βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν, καὶ ὁμοίως ὁ παρατυ-
10 χὼν κύριος ἔστω συλέων καὶ ἀφαιρείμενος Εὐφροσύναν ὡς ἐλευθέραν οὖσαν, ἀζάμιος ὢν καὶ
ἀνυπόδικος ὢν πάσας δικὰς καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Αἰακίδας,
Ξενοκράτης καὶ Βαβύλος Λαιάδα, Λαιάδας Ἄγωνος, Σώτηρος Κριτολάου, Στράταγος,
Κλεύδαμος, Καλλίας, Ξενόκριτος Μνασιδάμου, Νίκων Νικαίου.
Search Help