[ ]
Phokis — Delphi — undated
1 | [ἄρχοντος ἐν Δελφοῖς Πάτρωνος τοῦ] |
[Ἀριστοβούλου, μη]νὸς Βυσίου, βουλ[ευόν]- | |
[των Φιλ]ονίκου τοῦ Διοδώρου, Εὐκλε[ίδα] | |
[τοῦ Ἡ]ρακλείδα, ἐπὶ τοῖσδε ἀπέδοτο [Με]- | |
5 | [νεκ]ράτεα Μενεκράτεος τῶι Ἀπόλλωνι |
[τ]ῶι Πυθίωι ἐπ’ ἐλευθερίᾳ σῶμα ἀνδρεῖ- | |
ον παιδάριον οἰκογενὲς ὧι ὄνομα Ζώπυ- | |
ρος τιμᾶς ἀργυρίου μνᾶν τριῶν καὶ τὰν | |
τιμὰν ἀπέχει πᾶσαν. βεβαιωτὴρ κα- | |
τὰ τοὺς νόμους τᾶς πόλιος Ἁβρό- | |
10 | μαχος Ξεναγόρα. παραμεινάτω |
δε Ζώπυρος Μενεκρατείᾳ ἕως κα | |
ζῇ Μενεκράτεια ποιῶν τὸ ἐπιτασσό- | |
μενον πᾶν ἀνεγκλήτως. εἰ δὲ μὴ πει- | |
θαρχέοι Ζώπυρος ἢ μὴ ποιέοι τὸ ἐπι- | |
15 | τασσόμενον, ἐξουσίαν ἐχέτω Μενε- |
κράτεια ἐπιτιμέουσα Ζωπύρῳ οἵω[ι] | |
κα προαιρῆται τρόπῳ. ἐπει δέ κα τι | |
ἀνθρώπινον γενηθῇ περὶ Μενεκρά- | |
τειαν, ἀπὸ [τούτ]ου τοῦ χρόνου ἐλ[εύ]- | |
20 | θερος ἔστω Ζώπυρος καὶ μηθε[νὶ] |
μηδὲ ἓν ποθήκων καὶ ἐξουσίαν ἐ[χέ]- | |
τω ποιῶν ὅ κα θέλῃ καὶ ἀποτρέχων [ᾇ] | |
κα θέλῃ. εἰ δέ τις ἐφάπτοιτο Ζω[πύ]- | |
ρου ἐπὶ καταδουλισμῶι, βέβαι[ον] | |
25 | παρεχέτω τῶι θεῶι τὰν ὠνὰν [ὁ βε]- |
βαιωτὴρ Ἁβρόμαχος, καὶ ὁμοίως [οἱ] | |
παρατυγχάνοντες ἐξουσίαν [ἐ]- | |
χέτωσαν συλέοντες Ζώπυρον ὡ[ς] | |
ἐλεύθερον ὄντα καὶ μηθενὶ μηδ[ὲ] | |
30 | ἓν ποθήκοντα ἀζάμιοι ὄντες καὶ [ἀ]- |
νυπόδικοι πάσας δίκας καὶ ζαμίας. μ[άρ]- | |
τυροι οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος [Νι]- | |
κόστρατος καὶ Ξενόκριτος καὶ ὁ ν[α]- | |
κόρος Κλεόμαντις καὶ ἰδιῶται Δω[ρό]- | |
35 | θεος Διοδώρου, Καλλίας Πυ[․․․․], [Πο]- |
λυκράτης, [․5-6․․]ων, Λε[— — — —]. |