FD III 3:333
[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Διοκλέος τοῦ Φιλιστίωνος, μηνὸς Εἰλαίου, τάδε φρονῶν καὶ νῶν, Κλεόμαντις Δίνωνος
ἀπέλυσε τᾶς παραμονᾶς Εἰσιάδα τὰν ἰδίαν θρεπτάν, καὶ ἀπέχω τὸ ἐν τᾷ παραμονᾷ καταγεγραμένον χρῆμα,
κ̣αὶ τὸν γεγενημένον ἐν τᾷ παραμονᾷ ἐξ αὐτᾶς υἱὸν Νικόστρατον, ὃν καὶ μετωνόμασα θέσει Κλεόμαντιν, ὅπως ἔωνται ἐλεύθεροι
ἀπὸ παντὸς τοῦ βελτίστου καὶ μηδενὶ μηδὲν ποθηκότες κατὰ μηδένα τρόπον. ἐπὶ δέ κά τι πάθῃ ἀνθρώπινον Κλεόμαντις,
5 ἔστωσ[αν] τὰ καταλιφθέντα ὑπ’ αὐτοῦ πάντα <Σω>σύλᾳ ἐν χρήσει. καὶ εἰ τί κα πάθῃ Σωσύλα, ἔστωσ<αν> πάντα Εἰσιάδος κ<α>ὶ Κλεομάντιος,
ἄλῳ δὲ μηδενὶ προσηκέτωσαν κατὰ μηδέν<α> τρό<πο>ν· ποιησάτω δὲ Εἰσιὰς τὰ ποτὶ γᾶν πάντα, καθὼς καὶ οἱ λοιποὶ ἄνθρωποι.
μάρτυρες οἵ τε ἱαρε<ῖ>ς τοῦ Ἀπόλλωνος Διόδωρος Φιλονίκου, Διο<ν>ύσιος Ἀστοξένου, Δάμων Πολεμάρχου, καὶ οἱ [ἄρ]χ[ον]τες Λαιάδας
Μελισίωνος, Νίκων Νικαίου, καὶ ἰδιῶται Στράταγος Φίλωνος, Ξενα<γ>όρας Ἁβρ<ο>μάχου, Λ<α>μένης Ε<ὐ>κράτους, Εὐά[γ]γ[ε]λος Μεγάρτα,
Ἄγων Ποπλίου.
Search Help
Contact Us