[ ] Phokis — Delphi — undated
1 [ἄρχοντος Ἀν]τιγένεος τοῦ Ἀρχία, μην<ὸ>ς Ἰλαίου, βουλευόντων τᾶς πόλιος Φιλλέα, Ἀ[θανίωνος], ἀπέδοτο Εὐκλείδας καὶ Μηνοδότα τῷ Ἀ[πόλλω]-
[νι τῶι Πυθί]ωι σώματα γυναικε<ῖ>α δύο καὶ ἀνδρεῖον οἷς ὀνόματα Ἀριστίων καὶ Τρυφέρα καὶ Σωσ[τράτα]
[τιμᾶς] ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τιμὰν ἀπέχοντι πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους [τᾶς]
[πόλι]ος Βαβύλος Αἰακίδα, καθὼς ἐπίστευσαν τῷ θεῷ τὰς ὠνὰς Ἀριστίων καὶ Τρυφέρα. vac.
5 [κ]αὶ Σωστράτα, ἐφ’ ᾧτε ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους τὸν πάντα χρόνον. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισ-
[μ]ῷ Ἀριστίωνος καὶ Τρυφέρας καὶ Σωστράτας, βέβαιον παρεχόντων τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βε[βαι]-
ωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων Ἀριστίωνα, Τρυφέραν καὶ Σωστράταν ὡς ἐλευθέρους, ἀζάμιος ὢν
καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς Καλλίστρατος, Φίλων, καὶ ἰδιῶται Εὐκλείδας Αἰακίδα, Βα-
BU/LOS *LAIA/DA, *KLEO/MANTIS *DI/NWNOS, *SWTHRI/DAS *CE/NWNOS. PARAMEINA/TWSAN DE\ TA\ PROGEGRAMME/NA
10 σώματα Εὐκλείδᾳ καὶ Μηνοδότᾳ τὸν τᾶς ζωᾶς αὐτῶν χρόνον, ποιοῦντα τὸ ἐπιτασσόμενον τὸ δυνα-
τὸν ἀνεγκλήτως. εἰ δὲ μὴ ποιέοισαν, ἐξουσίαν ἐχέτωσαν Εὐκλείδας καὶ Μηνοδότα ἐπιτειμέοντες αὐτοῖς τρό-
πῳ ᾧ κα θέλωντι. μάρτυρες οἱ αὐτοί.
Search Help
Contact Us