[ ] Phokis — Delphi — undated
1 [ἄ]ρχοντος Διοδώρου το[ῦ]
[Δ]ωροθέου, βουλευόντω[ν]
{λευόντων} Εὐκλέους τοῦ Ἄ[ρ]-
χωνος, Κλέωνος τοῦ Νικ[ία],
5 μηνὸς Ποιτροπίου, ἀπέδοτο [Δά]-
μων Νίκωνος τῷ Ἀπόλλωνι τ[ῷ]
Πυθίωι κοράσιον ᾧ ὄνομα Ἀντ]-
[γ]όνα, τιμᾶς ἀργυρίου μνῶν τ[εσ]-
[σ]άρων, καὶ τὰν τιμὰν ἀπέχοι πᾶσα[ν],
10 καθὼς ἐπίστευσε Ἀντιγόνα τ[ὰν]
ὠνὰν τῷ θεῷ, ἐφ’ ᾧτε ἐλευθέ[ρα]
εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πά<ν>τω[ν]
[τ]ὸν πάντα χρόνον. βεβαιωτὴρ κα[τὰ]
[τ]οὺς νόμους τᾶς πόλιος Με-
15 [λ]ισσίων Διονυσίου. εἰ δέ τις
[ἐ]φάπτοιτο Ἀντιγόνας ἐπὶ κα[τα]-
[δ]ουλισμῷ, βέβαιον παρεχόντω
[τ]ῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδό-
[μ]ενος καὶ ὁ βεβαιωτὴρ· ὁμοίω[ς]
20 [δ]ὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω
[συ]λέων Ἀντιγόναν ὡς ἐλευθέραν,
[ἀζ]άμιος ὢν καὶ ἀνυπόδικος [π]ά-
[σα]ς δίκας καὶ ζαμίας. μάρτυρο[ι οἵ τε]
[ἱερ]εῖς τοῦ Ἀπόλλωνος Καλλίστρ[ατος Αἰ]-
25 [ακίδ]α, Φίλων Στρατάγου· <κ>αὶ ἰδιῶ[ται Διο]-
[ν]ύσιος Ἀστοξένου, Σέλευκος Βαβ[ύλου, Θεό]-
[ξ]ενος Φιλαιτώλου, Δωρόθεος Α[․․c.7․․]
[․ο]υ, Πολέμαρχος Δάμωνος.
Search Help
Contact Us