[ ]
Phokis — Delphi — undated
1 | ἄρχοντος Ἀστοξένου τοῦ Διονυσίου, μηνὸς Δαιδαφορίου, βουλευόντων Νικαίου τοῦ Νίκωνος, Εὐ<κ>ράτεος τοῦ Λαμέ[νεος, ἀπέδοτο] |
Εὐκράτης <Λ>αμένεος, [συ]νευαρεστεούσας καὶ τᾶς γυναικὸς εὐτοῦ <Θε>αροῦς καὶ τοῦ υἱοῦ Λαμένεος καὶ τᾶς θυγατρὸς [— — — — —] | |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον, τὸ γένος Λιλ<αι>εύς, ὧι ὄνομα Νο<υ>μήνιος, τιμᾶς ἀργ[υρί]ου μνᾶν δέκα, καὶ τὰν τ[ιμὰν ἀπέχει] | |
[π]ᾶσαν. βεβ<α>ιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Ἀντιγένης Ἀρχία. εἰ δέ τις ἐφάπτοιτο Νουμηνίου ἐπὶ καταδουλισμῶι, [βέβαιον παρεχόντω] | |
5 | [τ]ῶι θεῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαιωτήρ· κύριος δὲ ἔστωι καὶ ἄλλος ὁ παρατυχὼν συλέων Νουμήνιον, [ἀζάμιος ὧν καὶ ἀ]- |
[ν]υπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος τοῦ Πυθίου Καλλίσστρατος, Διόδωρο[ς, Ἁβρόμαχος, καὶ ἰ]- | |
διῶται Λέων Θεόξενος, Μένης, Φιλλέας, Σέλευκος, Κρίτων. |