[ ]
Phokis — Delphi — undated
1 | [ἄρχοντος Θεοξένου τοῦ Φιλαιτώλου, κατὰ δὲ υἱο]θεσίαν [Β]α[β]ύλ[ο]υ τοῦ [Αἰακίδα, μηνὸς — —]- |
[— —, βουλευόντ]ων Αἰα[κίδα τοῦ Εὐκλείδα], Ν[ίκ]ωνος τοῦ [Ν]εικαί[ου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἀθανί]- | |
[χα καὶ Σωτηρίδα]ς τῷ Ἀπόλλωνι τῷ [Πυ]θίῳ ἐπ’ ἐλευθερίᾳ σώματα δύο παιδάρια ο[ἷς ὀνόματα Ξέ]- | |
[νων καὶ Παράμο]νος, τειμᾶς ἀργυρίου μνᾶν ἓξ καὶ τὰν τειμὰν ἀπέχω πᾶσαν. [βεβαιωτὴρ κατὰ] | |
5 | [τοὺς νόμ]ους τᾶς πόλιος Μελισσίων Διονυσίου, καθὼς ἐπίστευσαν τῷ θεῷ τὰν ὠνὰν [Ξένων καὶ Παράμονος ἐφ’ ᾧτε ἐλεύ]- |
[θεροι] εἶμεν καὶ ἀνέφαπτοι ἀπὸ πάντων τὸν πάντα χρόνον ποιοῦντες ὅ κα θέλωντι. εἰ δέ τις ἐφάπ[τοιτο Ξέ]- | |
νωνος ἢ Παραμόνου ἐπὶ καταδουλισμῷ, βέβαιον παρεχόντω τῷ θεῷ τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ ὁ βεβαι[ω]- | |
τήρ· κύριος δὲ ἔστω καὶ ἄλλος ὁ παρατυχὼν συλέων Ξένωνα καὶ Παράμονον καὶ ἀφαιρείμενος [ἐν] ἐλευθε[ρίαν, ἀζά]- | |
μιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας vac. παραμεινάτω δὲ Παράμονος Σωτηρίδᾳ καὶ Ἀθανίχᾳ [τὸν] | |
10 | τοῦ ζῆν αὐτῶν χρόνον πάντα, ποιῶν πᾶν τὸ ἐπιτασσόμενον καὶ δυνατὸν ἀνεγκλήτως. εἰ δὲ μὴ παραμένοι [ἢ μὴ] |
ποιέοι τὸ ἐπιτασσόμενον, ἐξουσίαν ἐχέτω Σωτηρίδας καὶ Ἀθανίχα ἐπιτειμέοντες Παραμόνῳ καθ’ ὅ[ν] | |
κα προαιρέωνται τρόπον. μάρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Φίλων Στρατάγου, Πολέμαρχος | |
Δάμωνος καὶ ἰδιῶται Στράταγος Φίλωνος, Ξεναγόρας Ἁβρομάχου, Διονύσιος Ἀστοξένου, Ἄγων [Πο]- | |
πλίου, Ἱπποκράτης Ἱπποκράτους. |