[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Κλέωνος τοῦ Νικία τὸ δεύτερον, μηνὸς Ἰλαίου, βουλευ-
όντων Λυσιμάχου τοῦ Νεικάνορος, Ἀριστοκλέος
τοῦ Ἡράκωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Σωσικράτης Μελησία
τῷ Ἀπόλλωνι τῷ Πυθίῳ σῶμα γυναικῆον κοράσιον, ᾇ ὄνο-
5 [μα Σ]ω[τ]ηρίχα, τειμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τει-
[μὰν ἀ]πέχω πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους
[τᾶς πό]λιος Λέων Ξενοφάντου, καθὼς ἐπίστευσε
[Σωτηρί]χα τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν
[εἶμεν] αὐτὰν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν
10 [π]άντα βίον, ποιοῦσα ὅ κα θέλῃ καὶ ἀποτρέχουσα ᾇ κα θέλῃ.
[πα]ραμεινάτω δὲ Σωτηρίχα Σωσικράτει καὶ Ζωσίμᾳ τὸν
[τᾶ]ς ζω[ᾶς] χρόνον, ποιοῦσα τὸ ἐπιτασόμενον αὐτοῖς πᾶν ἀ-
[ν]ενκλήτως. εἰ δέ τις χωρισσμὸς αὐτοῖς γένοιτο, παραμεινά-
τω Σωτηρίχα Σωσικράτει· εἰ δὲ συνφωνέοισαν, ἔστω ἁ παραμον-
15 ὰ τοῖς ἀμφοτέροις. εἰ δέ τι γένοιτο ἀνθρώπινον περὶ Σωσικράτη
καὶ ἐπιβάλλοι τις χεῖρες Σωτηρίχᾳ, ἐχέτω ἐ<ξ>ουσίαν Σωτηρίχα,
[δ]οῦσα τῶν τροφήων τὸ ἥμισον ἢ [τ]ρία ἡμιμνῆα, ἐλευθέραν εἶμ-
[εν]. εἰ δέ τις ἐφάπτοιτο Σωτηρίχας ἐπὶ καταδουλισμῷ, βέβαι-
[ον] παρεχόντω τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βε-
20 [βαι]ωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν ἐξουσίαν ἐχέτω συ-
[λέ]ων Σωτηρίχαν ὡς ἐλευθέραν οὖσαν, ἀζάμιος ὢν καὶ ἀνυ-
[πό]δικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τοῦ
[Ἀ]πόλλωνος τοῦ Πυθίου Διόδωρος Φιλονείκου, Διονύσιος Ἀστο-
ξένου, Δάμων Πολεμάρχου, καὶ ἰδιῶται Ἀντιγένης Ἀρχία,
25 [Με]λισίων Διονυσίου, Στράταγος Φίλωνος, Ἀντίγονος Βαβύ-
[LOU], *GLAUKI/AS *LU/SWNOS.
Search Help
Contact Us