[ ]
Phokis — Delphi — undated
1 | ἄρχοντος Κλέωνος τοῦ Νικία τὸ δεύτερον, μηνὸς Ἰλαίου, βουλευ- |
όντων Λυσιμάχου τοῦ Νεικάνορος, Ἀριστοκλέος | |
τοῦ Ἡράκωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Σωσικράτης Μελησία | |
τῷ Ἀπόλλωνι τῷ Πυθίῳ σῶμα γυναικῆον κοράσιον, ᾇ ὄνο- | |
5 | [μα Σ]ω[τ]ηρίχα, τειμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τει- |
[μὰν ἀ]πέχω πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους | |
[τᾶς πό]λιος Λέων Ξενοφάντου, καθὼς ἐπίστευσε | |
[Σωτηρί]χα τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν | |
[εἶμεν] αὐτὰν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν | |
10 | [π]άντα βίον, ποιοῦσα ὅ κα θέλῃ καὶ ἀποτρέχουσα ᾇ κα θέλῃ. |
[πα]ραμεινάτω δὲ Σωτηρίχα Σωσικράτει καὶ Ζωσίμᾳ τὸν | |
[τᾶ]ς ζω[ᾶς] χρόνον, ποιοῦσα τὸ ἐπιτασόμενον αὐτοῖς πᾶν ἀ- | |
[ν]ενκλήτως. εἰ δέ τις χωρισσμὸς αὐτοῖς γένοιτο, παραμεινά- | |
τω Σωτηρίχα Σωσικράτει· εἰ δὲ συνφωνέοισαν, ἔστω ἁ παραμον- | |
15 | ὰ τοῖς ἀμφοτέροις. εἰ δέ τι γένοιτο ἀνθρώπινον περὶ Σωσικράτη |
καὶ ἐπιβάλλοι τις χεῖρες Σωτηρίχᾳ, ἐχέτω ἐ<ξ>ουσίαν Σωτηρίχα, | |
[δ]οῦσα τῶν τροφήων τὸ ἥμισον ἢ [τ]ρία ἡμιμνῆα, ἐλευθέραν εἶμ- | |
[εν]. εἰ δέ τις ἐφάπτοιτο Σωτηρίχας ἐπὶ καταδουλισμῷ, βέβαι- | |
[ον] παρεχόντω τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βε- | |
20 | [βαι]ωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν ἐξουσίαν ἐχέτω συ- |
[λέ]ων Σωτηρίχαν ὡς ἐλευθέραν οὖσαν, ἀζάμιος ὢν καὶ ἀνυ- | |
[πό]δικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τοῦ | |
[Ἀ]πόλλωνος τοῦ Πυθίου Διόδωρος Φιλονείκου, Διονύσιος Ἀστο- | |
ξένου, Δάμων Πολεμάρχου, καὶ ἰδιῶται Ἀντιγένης Ἀρχία, | |
25 | [Με]λισίων Διονυσίου, Στράταγος Φίλωνος, Ἀντίγονος Βαβύ- |
[λου], Γλαυκίας Λύσωνος. |