[ ]
Phokis — Delphi — undated
| 1 | ἄρχοντος Κλέωνος τοῦ Νικία τὸ δεύτερον, μηνὸς Ἰλαίου, βουλευ- |
| όντων Λυσιμάχου τοῦ Νεικάνορος, Ἀριστοκλέος | |
| τοῦ Ἡράκωνος, ἐπὶ τοῖσδε ἀπέδοτο Σωσικράτης Μελησία | |
| τῷ Ἀπόλλωνι τῷ Πυθίῳ σῶμα γυναικῆον κοράσιον, ᾇ ὄνο- | |
| 5 | [μα Σ]ω[τ]ηρίχα, τειμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τει- |
| [μὰν ἀ]πέχω πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους | |
| [τᾶς πό]λιος Λέων Ξενοφάντου, καθὼς ἐπίστευσε | |
| [Σωτηρί]χα τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλευθέραν | |
| [εἶμεν] αὐτὰν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν | |
| 10 | [π]άντα βίον, ποιοῦσα ὅ κα θέλῃ καὶ ἀποτρέχουσα ᾇ κα θέλῃ. |
| [πα]ραμεινάτω δὲ Σωτηρίχα Σωσικράτει καὶ Ζωσίμᾳ τὸν | |
| [τᾶ]ς ζω[ᾶς] χρόνον, ποιοῦσα τὸ ἐπιτασόμενον αὐτοῖς πᾶν ἀ- | |
| [ν]ενκλήτως. εἰ δέ τις χωρισσμὸς αὐτοῖς γένοιτο, παραμεινά- | |
| τω Σωτηρίχα Σωσικράτει· εἰ δὲ συνφωνέοισαν, ἔστω ἁ παραμον- | |
| 15 | ὰ τοῖς ἀμφοτέροις. εἰ δέ τι γένοιτο ἀνθρώπινον περὶ Σωσικράτη |
| καὶ ἐπιβάλλοι τις χεῖρες Σωτηρίχᾳ, ἐχέτω ἐ<ξ>ουσίαν Σωτηρίχα, | |
| [δ]οῦσα τῶν τροφήων τὸ ἥμισον ἢ [τ]ρία ἡμιμνῆα, ἐλευθέραν εἶμ- | |
| [εν]. εἰ δέ τις ἐφάπτοιτο Σωτηρίχας ἐπὶ καταδουλισμῷ, βέβαι- | |
| [ον] παρεχόντω τῷ θεῷ τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βε- | |
| 20 | [βαι]ωτήρ· ὁμοίως δὲ καὶ ὁ παρατυχὼν ἐξουσίαν ἐχέτω συ- |
| [λέ]ων Σωτηρίχαν ὡς ἐλευθέραν οὖσαν, ἀζάμιος ὢν καὶ ἀνυ- | |
| [πό]δικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες οἵ τε ἱερεῖς τοῦ | |
| [Ἀ]πόλλωνος τοῦ Πυθίου Διόδωρος Φιλονείκου, Διονύσιος Ἀστο- | |
| ξένου, Δάμων Πολεμάρχου, καὶ ἰδιῶται Ἀντιγένης Ἀρχία, | |
| 25 | [Με]λισίων Διονυσίου, Στράταγος Φίλωνος, Ἀντίγονος Βαβύ- |
| [λου], Γλαυκίας Λύσωνος. |