[ ] Phokis — Delphi — undated
1 [ἄρχοντ]ος Στρατάγου τοῦ Φίλ[ωνος, μηνὸ]ς Ἡρ̣[α— —, βουλευόντων Με]-
[λισσίω]νος τοῦ Διονυσίου, Σελε[ύκου το]ῦ Βαβύλ[ου, ἀπέδοτο Μενεκράτεα]
[Μεν]εκράτεος τῶι Ἀπόλλωνι τῶι [Πυθί]ωι σῶμα ὧι ὄνομα Σώ[στρατος]
[τιμ]ᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἀπέχω πᾶσαν. βεβαιωτ[ὴρ κατὰ τοὺς]
5 [νό]μους τᾶς πόλιος Λέων Ξενοφάντου. εἰ δέ τις ἐφάπτοι[το Σωστράτου]
ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντω τῷ θεῶι τὰν ὠνὰ[ν ὅ τε ἀποδό]-
μενος καὶ ὁ βεβαιωτήρ. παραμινάτω δὲ Σώστρατος Μενεκρά[τεα ποιῶν]
τὸ ἐπιτασόμενο<ν> πᾶν ἀνενκλὴτως. εἰ δέ τι ἀνθρώπινον γένοιτο [περὶ Μενε]-
κράτεαν, ἔστωι Σώστρατος ἐλεύθερος καὶ ἀνέφαπτος ἀπὸ πάντων [τὸν πάντα]
10 χρόνον. μάρτυροι οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Καλλίστρατος Αἰακίδα, [Φίλων]
Στρατάγου, καὶ ἰδιῶται Ἐπίνικος Νικοστράτου, Εὐκλῆς Ἄρχωνος, Θεόξενος Φιλ[αιτώλου].
Search Help
Contact Us