[ ]
Phokis — Delphi — undated
| 1 | ἄρχοντος Κλέωνος τοῦ Νικία, μηνὸς Θεοξενίου, βου- |
| λευόντων Ξεναγόρα{ι} τοῦ Ἁβρομάχου, Λυσιμάχου τοῦ Νικά- | |
| νορος, ἀπέδοτο Σωτηρὶς Διονυσίου τῶι Ἀπόλλωνι τῷι Πυθί- | |
| ῳ ἐπ’ ἐλευθερίαι κοράσιον οἰκογενές, ᾧ ὄνομα Ξεκοκράτεα, | |
| 5 | τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἀπέχω πᾶσαν. βε- |
| [β]αιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος Θεόξενος Φιλαιτώλου, | |
| καθὼς ἐπίστευσε Ξενοκράτ[ε]α τῶι θεῶι τὰν ὠνάν, | |
| ἐφ’ ᾧτε ἐλευθέραν εἶμεν καὶ ἀν[έ]φαπτον ἀπὸ πάντων τὸν | |
| πάντα χρόνον. εἰ δέ τις ἐφάπτοιτο Ξενοκρατέας ἐπὶ | |
| 10 | καταδουλισμῷ, βέβαιον παρεχέτω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδό- |
| μενος καὶ ὁ βεβαιωτὴρ· ὁμοίως δὲ καὶ [ὁ παρα]τυχὼν ἐξο[υσίαν] | |
| ἐχέτω συλέων Ξενοκράτεαν ἐλευθέρα[ν], ἀζάμι[ο]ς ὢν [κα]ὶ | |
| ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυροι οἵ [τε] ἱε<ρ>εῖς τοῦ Ἀπό[λ]- | |
| λωνος Διόδωρος Φιλονίκου, Δάμων Πολεμάρχου, Διονύσιος Ἀ<σ>τοξέ- | |
| 15 | [νου, κ]αὶ ἰδιῶται Ἄγων Ποπλίου, Νικίας Φιλονίκου, Ἀντίγονος Βαβύλου. |