[ ] Phokis — Delphi — undated
1 ἄρχοντος Διοδώρου τοῦ Ὀρέστου, μηνὸς Ἰλαίου, βουλευόντων Λαμένους τοῦ Εὐκράτου[ς],
Φίλω̣νος τοῦ Κλεάνδρου, Σωτηρὶς Διονυσίου ἀπέδοτο ἐπ’ ἐλευθερίᾳ τῷ Ἀπόλλωνι τῷ
Πυθίῳ παιδάρια οἰκογενῆ δύο οἷς ὀνόματα Ἑρμαῖος, Ἄρχ[ω]ν, τιμᾶς ἀργυρίου ἐν ἑνὶ μνῶν δέ<κα>,
[κ]αὶ τὰν τειμὰν ἀπέχει πᾶσαν, καθὼς ἐπίστευσαν ἐπ’ ἐλευθερίᾳ τῷ θεῷ τὰν ὠνάν, ἐφ’ ᾧτε ἐλεύ-
5 {[θ]ε}θερα {²⁶ἐλεύθερα}²⁶ εἶμεν καὶ ἀνέφαπτα ἀπὸ πάντων τὸν πάντα χ<ρ>όνον, μηθενὶ μηθὲν ποθήκοντα κατὰ μηθέ-
[ν]α τρόπον. εἰ δέ τις ἐφάπτοιτο Ἑρμαίου ἢ Ἄρχωνος ἐπὶ καταδουλισσμῷ, βέβαιον παρεχόν-
[τ]ω τῷ θεῶι καὶ τοῖς πεπιστευκότοις τὰν ὠνὰν <ἅ τε ἀποδομένα> καὶ ὁ βεβαιωτήρ· καὶ ἄλλος ὁ π[α]ρατυχὼν ἐν ἐ-
[λ]ευθερίαν ἀφαιρείμενος <κύριος ἔστω>, ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. βεβαιωτὴρ κα-
[τὰ] τοὺς [ν]όμους τᾶς πόλιος Μελισσίων Διονυσίου. τὰν ὠνὰν φυλάσει Διοκλῆς Φιλιστίωνος.
10 [μ]άρτυρες οἵ τε ἱερεῖς τοῦ Ἀπόλλωνος Διόδωρος Φιλονίκου, Διονύσιος Ἀστοξένου, Δάμων Πο-
[λε]μάρχου, καὶ τῶν ἄλλων Ἐπίνικος Νικοστράτου, Στράταγος Φίλωνος, Θεόξενος Φιλαιτώ-
[λου], Εὔδωρος καὶ Νικόστρατος οἱ Ἐπινίκου.
Search Help
Contact Us